1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

18

τοῦ ἐν τοῖς ἵπποις τὸ ἐν τῷ ἅρματι; εἰ γὰρ ταῦτά τις δέξαιτο καθ' ὃν δεῖ τρόπον, δι' αὐτῶν δὴ τούτων 3,1.170 τῶν λόγων πρὸς τὴν τοῦ μυστηρίου παραδοχὴν ἀναδειχθή σεται τυπικήν τινα προφητείαν περὶ τῆς τοῦ κυρίου ἐνανθρω πήσεως ἐν τῷ διηγήματι βλέπων διὰ τῶν γεγονότων προ τυπουμένην. ὡς γὰρ ἀνωφερὲς ὂν τῇ φύσει τὸ πῦρ θείᾳ δυ νάμει πρόσγειον γίνεται, ὁ δὲ Ἠλίας περισχεθεὶς τῷ οὐρανίῳ πυρὶ πάλιν πρὸς τὴν κατὰ φύσιν ἐπανατρέχοντι κίνησιν καὶ αὐτὸς συνεπαίρεται, οὕτως ἄϋλός τις οὖσα καὶ ἀειδὴς ἡ τοῦ ὑψίστου δύναμις τὴν δουλικὴν μορφὴν τὴν διὰ τῆς παρθένου ὑποστᾶσαν διαλαβοῦσα πρὸς τὸ ἴδιον ὕψος ἀνήγαγεν εἰς τὴν θείαν τε καὶ ἀκήρατον μεταστοιχειώσασα φύσιν· ὥστε ὁ πρὸς τοῦτο δυσπειθῶς ἔχων οὐδ' ἂν τῇ κατὰ τὸν Ἠλίαν θαυματοποιΐᾳ προσθοῖτο· ὁ δὲ ἐν ἐκείνῳ προ καταμαθὼν σκιαγραφηθεῖσαν τὴν ἀλήθειαν οὐδ' ἂν πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀντιτύπως ἔχοι. Εἶτα ἐφ' ἡμᾶς στρέφει τὴν λοιδορίαν τοὺς μὴ παραδε χομένους αὐτοῦ τὸν ἀναπλασθέντα μῦθον καί φησιν· Οἱ δὲ ἐν σχήματι πίστεως ἄπιστοι τῷ ἐκ γυναικὸς τεχθέντι θεῷ καὶ σταυρωθέντι πρὸς Ἰουδαίων ὁμοίως ἐκείνοις ἐπαισχύνονται. τὸ μὲν οὖν ἀραῖς κατὰ τῶν ὑπεναντίων κεχρῆσθαι, τίς οὐκ οἶδεν ὅτι τῶν ἀτονούντων ἐστὶ περὶ ἃ σπουδάζουσιν ἴδιον; ἡμεῖς δὲ το σοῦτόν φαμεν, ὅτι δύο προκειμένων βαράθρων, ἔνθεν μὲν τοῦ κατὰ τὸν Ἀπολινάριον, ἑτέρωθεν δὲ τοῦ κατὰ τὸν Ἄρειον πτώματος, ἴσον μὲν καθ' ἑκάτερον τοῖς καταπίπτουσίν ἐστι τὸ σύντριμμα· πλὴν ἐν κακῶν ἐκλογῇ κουφότερον δοκεῖ τὸ κατὰ τὸν Ἄρειον κλάσμα.

]Αμφότεροι μὲν γὰρ πρὸς τὸ ταπεινότερον τὴν ἀκήρατον τοῦ μονογενοῦς φύσιν καθέλ κουσιν· ἀλλ' ὁ μὲν Ἄρειος τῇ ἀσωμάτῳ τῶν ἀγγέλων φύσει 3,1.171 προσοικειοῖ τὸν τῶν ἀγγέλων δεσπότην κατὰ τὸ ἴσον ἠλαττῶσθαι τῆς τοῦ ἀκτίστου φύσεως καὶ τοῦτον κἀκείνους διὰ κτίσεως εἶναι ἀποφηνάμενος· οὗτος δὲ τοσοῦτον ἐπιτείνει τὴν ἀτοπίαν, ὥστε καὶ ἀνθρώπῳ τῷ παρ' ἀγγέλους ἠλαττω μένῳ κρίνειν ὁμότιμον καὶ σαρκώδη εἶναι τὴν φύσιν αὐτοῦ διορίζεσθαι. ὅσῳ δὲ κρείττων τῶν σωμάτων ἡ ἀσώματος φύσις, τοσοῦτον ἡ κατὰ Ἄρειον ἀσέβεια τῆς Ἀπολιναρίου πλάνης αἱρετωτέρα. τίς οὖν ἐν σχήματι πίστεως ἄπιστος ἑρμηνεύων τὸ ἐκ τῆς παρθένου μυστήριον; προθήσω γὰρ τῷ κοινῷ τήν τε κωμῳδουμένην ἡμῶν παρὰ τοῦ λογογράφου πίστιν καὶ τὴν ἐκείνου ὑπόληψιν. ἡμεῖς γάρ φαμεν, ὅτι ἄϋλός τε καὶ ἀειδὴς καὶ ἀσώματος κατ' οὐσίαν θεὸς ὢν οἰκονομίᾳ τινὶ φιλανθρώπῳ πρὸς τῷ τέλει τῆς τοῦ παντὸς συμπληρώσεως ἤδη τῆς κακίας εἰς τὸ ἀκρότατον αὐξηθείσης, τότε ἐπὶ καθαιρέσει τῆς ἁμαρτίας τῇ ἀνθρωπίνῃ κατακιρνᾶται φύσει, οἷόν τις ἥλιος ἐν γνοφώδει σπηλαίῳ εἰσοικιζόμενος καὶ διὰ τοῦ φωτὸς ἐξαφανίζων τῇ παρουσίᾳ τὸ σκότος. τὸν γὰρ ἡμέτερον ῥύπον εἰς ἑαυτὸν ἀναλαβὼν οὐκ αὐτὸς ἐμμολύνεται τῷ μιάσματι, ἀλλ' ἐν ἑαυτῷ καθαρίζει τὸν ῥύπον· Τὸ γὰρ φῶς, φησίν, ἐν τῇ σκοτίᾳ ἔλαμψεν· ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ὥσπερ καὶ ἐπὶ τῆς ἰατρείας γί νεται· ἐπαχθείσης γὰρ τῷ νοσήματι τῆς ἰάσεως εἰς ἀφανισμὸν μεταχωρεῖ τὸ ἀρρώστημα, οὐκ εἰς τὴν ἰατρικὴν τέχνην ἀντιμεθίσταται. οὗτος ὁ ἡμέτερος λόγος. ὁ δέ φησιν ἔν σαρκον εἶναι τὸ κατ' ἀρχὰς τὸν θεὸν καὶ οὕτως ἐπ' ἐσχάτων ἡμερῶν τὸ τεχθὲν ἐκεῖνο τὸ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα, τὸ διὰ τῆς ἀνθρωπίνης τροφῆς ταῖς κατ' ὀλίγον προσθήκαις αὐξανόμε νον, ἐκεῖνο εἶναι ὃ πρὸ τῶν ὄντων ἁπάντων ἦν, 3,1.172 ὃ καὶ τοὺς ἀνθρώπους ἐποίησε καὶ πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ὃ καὶ τοῦ κόπου αἰσθά νεται καὶ ἐν ἀδημονίᾳ θανάτου δέχεται πεῖραν. οὐκ οἶδα πῶς ὁ σοφός, ὅτε μὲν οἱ οὐρανοὶ καὶ ἡ γῆ καὶ πάντα τὰ ἐν τῇ κτίσει συνίστατο θαύματα, κόπον οὐδένα προσ μαρτυρῶν τῷ ποιήσαντι, ἵνα δὲ διέλθῃ ἀπὸ τῆς Ἰουδαίας ἐπὶ τὴν Γαλιλαίαν, ἐν κόπῳ αὐτὸν γεγενῆσθαι λέγων· καὶ τοῖς μὲν Ἰσραηλίταις στρέφειν τὴν πέτραν εἰς λίμνας ὑδάτων, αὐτὸν δὲ πιεῖν αἰτεῖν παρὰ γυναικὸς Σαμαρείτιδος· καὶ ἐν τεσσαράκοντα ἔτεσι μὴ κάμνειν τοσαύταις μυριάσι τὴν οὐρανίαν τροφὴν ἐπιχέοντα, αὐτὸν δὲ πρὸς τὴν συκῆν δραμεῖν ἐλπίδι βρώσεως τῆς μὴ οὔσης. τοιαύτης οὔσης παρ'