1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

20

θεότητος, τὸ σύμφυλον αὐτὸν εἶναι θεοῦ, καθὸ καὶ σύσσωμοι τοῦ Χριστοῦ καὶ συμμέτοχοι οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι γίνονται, οὐκ ἐκεῖνο ὄντες, ὅπερ ἐστὶν ὁ κύριος, ἀλλ' ἐκείνου μετέχοντες καὶ τῷ μετεχομένῳ συνονομαζόμενοι· ὥστε ὁ ταῦτα αἰτιώμενος μὴ λέγειν ἡμᾶς, ὅσα παρὰ τῶν εὐσεβούντων ὁμολογεῖται, τὸ εὐσεβές τε καὶ ἀνεπίληπτον τῷ καθ' ἡμᾶς λόγῳ προσεμαρτύρησεν. εἶτα εἰς κατασκευὴν τοῦ εἶναι τὴν σάρκα θεότητα καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησιν. Τίς γάρ, φησίν, ὁ ἅγιος ἐκ γεννητῆς; ὥσπερ οὐκ ἀνεγνωκὼς τὴν κατὰ τὸν Ἰερεμίαν γραφήν, περὶ οὗ φησιν 3,1.175 ὅτι Πρὶν ἐμὲ πλάσαι σε ἐκ κοιλίας ἡγίακά σε. οὐ γὰρ μόνον ἐκ γεννητῆς, ἀλλὰ καὶ πρὸ γενέσεως ἐκεῖνος παρὰ τῆς γραφῆς μαρτυρεῖται ἅγιος. ἀλλὰ καὶ ὁ ἐν τῇ γαστρὶ τῇ μητρῴᾳ σκιρτήσας, ὁ τοῦ ἀσπασμοῦ τῆς μητρὸς τοῦ κυρίου τὴν φωνὴν ἐν ἀγαλλιάσει δεξάμενος, καὶ αὐτὸς ἂν εἴη ἐκ γεννητῆς ἅγιος, καθὼς ἡ τοῦ ἀγγέλου περὶ αὐτοῦ μηνύει φωνὴ λέγουσα· Καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρός. ἀλλ' ἐπάγει καὶ τοῦτο τοῖς εἰρημένοις· Τίς ἀδίδακτος σοφός; ἡμεῖς δὲ τὴν ἐκ τοῦ θεοῦ σοφίαν, ἥτις ἐστὶν ὁ Χριστός, οὐχὶ διδακτὴν εἶναί φαμεν· τὴν δὲ ἑνωθεῖσαν τῇ θείᾳ σοφίᾳ τῆς σαρκὸς ἡμῶν μοῖραν ἐκ μετοχῆς δέξασθαι τὸ ἀγαθὸν τῆς σοφίας οὐκ ἀμφιβάλλομεν, πειθόμενοι τῷ εὐαγγελίῳ οὑτωσὶ διεξιόντι ὅτι Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. ὥσπερ ἐν τῷ σώματι ἡ κατ' ὀλίγον προσθήκη τῇ τῆς τροφῆς συνεργίᾳ πρὸς τὸ τέλειον τῆς φύσεως πρόεισιν, οὕτως καὶ ἐν τῇ ψυχῇ ἡ ἐπὶ τὸ τέλειον τῆς σοφίας πρόοδος δι' ἀσκήσεως τοῖς μετιοῦσι προστίθεται. Τίς, φησίν, ἐν ἐξιουσίᾳ τὰ τοῦ θεοῦ ἐργαζόμενος; πῶς κατασμικρύνει τοῖς βρεφικοῖς ἐπιχειρήμασι τὴν ἄφρασ τον τοῦ κυρίου μεγαλειότητα; τὸ γὰρ ἐν ἐξουσίᾳ τὰ τοῦ θεοῦ ποιεῖν καὶ ἀνθρώπων ἐστὶ τῶν ἠξιωμένων θείας δυνάμεως, οἷος ἦν ὁ Ἠλίας κατ' ἐξουσίαν ἀνιείς τε καὶ ἀποκλείων τοῖς ἀνθρώποις τὸν ὄμβρον πῦρ ἐπάγων τοῖς ὑπεναντίοις, γεωρ γῶν ἐν τῷ κεράμῳ τὸ ἄλευρον καὶ βρύειν ποιῶν ἐν τῷ καμψάκῃ τὸ ἔλαιον καὶ διὰ προσφυσήματος τῷ ἀψύχῳ ζωὴν χαριζόμενος καὶ ὅσα ἄλλα περὶ αὐτοῦ ὁ λόγος κατέχει, ὥστε οὐδὲν ὑπὲρ ἄνθρωπον τὸ ἐν ἐξουσίᾳ τοῦ θεοῦ ποιεῖν τι τῶν θαυμάτων ἐκ θείας δυνάμεως, ἀλλὰ τὸ αὐτὸν εἶναι τὴν ὑπερέχουσαν δύναμιν. ὅπερ δὴ καὶ παρ' ἡμῶν καὶ παρὰ πάντων τῶν ἐν ἀληθείᾳ δεξαμένων τὸν λόγον πεπίστευται. 3,1.176

Τὴν δὲ ἀδιανοήτως αὐτοῦ προστεθεῖσαν τοῖς εἰρημένοις διαίρεσιν ὡς οὐ πρέπον ἡμῖν ὂν τὸ κατὰ σπουδὴν διελέγχειν ταῖς ἐννοίαις τῶν ἐπιστημόνων παρήσομεν. τί γὰρ βούλεται αὐτῷ τὸ ∆ιαιρῶν μὲν τὴν ἐνέργειαν κατὰ σάρκα, ἐξισῶν δὲ κατὰ πνεῦμα, ὅπερ ἐπήγαγε τῇ εὐαγγελικῇ φωνῇ τῇ λεγούσῃ ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι; εἴ τις ἔχει δύναμιν πρὸς τὴν τῶν ἀνοήτων συνηγορίαν, συνιστάσθω τῷ λόγῳ καὶ λεγέτω, τί νοῶν ἐπάγει τοῖς εἰρημένοις πάλιν τὸ ὅμοιον οὑτωσὶ κατὰ τὴν λέξιν ἔχον· Ὅπερ ἔχει, φησί, τὴν ἐν δυνάμει πάλιν ἰσότητα καὶ τὴν κατὰ σάρκα τῆς ἐνεργείας διαί ρεσιν, καθ' ἥν, φησίν, οὐ πάντας ἐζωοποίησεν, ἀλλά τινας, οὓς ἠθέλησεν. ἡμεῖς γὰρ τὴν ἁπλῆν τε καὶ ἀκατάσκευον ἐξειληφότες τῆς θείας γραφῆς διάνοιαν οὕτω περὶ τῶν εἰρημένων γινώσκομεν· ὅταν τοῦ κυρίου διεξιόντος ἀκούσωμεν ὅτι Ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ καὶ Ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ, οὐχ ὥς τινων ἀπο βαλλομένων τοῦ ζωοποιοῦ θελήματος ἐκ τούτου νοοῦμεν. ἀλλ' ἐπειδὴ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι καὶ ἠκού σαμεν καὶ πιστεύομεν, δῆλον ὅτι καὶ τὸ θέλημα τοῦ πατρὸς ὡς ἓν τῶν πάντων ἐν τῷ υἱῷ καθορῶμεν. εἰ οὖν ἐν τῷ υἱῷ τὸ πατρικόν ἐστι θέλημα, ὁ δὲ πατήρ, καθώς φησιν ὁ ἀπόστολος, Πάντας θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀλη θείας ἐλθεῖν, δηλαδὴ ὁ πάντα τὰ τοῦ πατρὸς κεκτημένος καὶ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα ὅλον ἔχει πάντως ἐν ἑαυτῷ μετὰ τῶν ἄλλων τῶν τοῦ πατρὸς ἀγαθῶν καὶ τὸ σωτήριον θέλημα. εἰ οὖν οὐκ ἀπολείπεται τοῦ τελείου θελήματος, πάν τως δῆλον ὅτι οὓς ὁ πατὴρ θέλει ζωοποιηθῆναι καὶ αὐτὸς ζωοποιεῖ, οὐκ ἐλαττούμενος ἐν τῷ φιλανθρώπῳ θελήματι,