1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

31

θετὸς υἱὸς κατὰ τὸν Ἀπολινάριον λέγεται, καὶ ὁ ἡμιτελὴς ἄνθρωπος, καθ' ὃ ἄν θρωπος, ἡμίθετος δηλονότι υἱὸς καὶ οὗτος ὀνομασθήσεται, ἡμισεύων ἐφ' ἑαυτοῦ τὴν τοῦ θετοῦ κλῆσιν· ὥστε κυριώτερον εἰπεῖν ἐκεῖνον μὲν τέλειον τὸν θετὸν εἶναι, τοῦτον δὲ 3,1.0 ἥμισυν ἢ τὸ τριτημόριον λείποντα κατὰ τὸ βούλημα τῶν ταῖς τοιαύταις τομαῖς μιστυλλόντων τὸν ἄνθρωπον. ἀλλ' εἰ ἀνάρμοστόν ἐστι τῷ θεῷ τὸ θετὸν ἔχειν υἱόν, ὁμοίως πάντως καὶ ἐπὶ τοῦ τελείου καὶ ἐπὶ τοῦ ἀτελοῦς ἐστι τὸ ἀνάρμοστον· μᾶλλον δὲ καὶ πλέον ἐν τῷ ἠκρωτηριασμένῳ τὸ ἄτοπον. εἰ γὰρ αἰσχρόν τι καὶ ἔξω τῆς θεοπρεποῦς ὑπολήψεως τὸ ἄρτιον τῆς ἀνθρωπίνης φύσεως ἐνομίσθη περὶ τὸ θεῖον βλεπόμενον, πολλῷ μᾶλλον αἰσχρὸν ἂν εἴη τὸ λελωβημένην περὶ αὐτὸν καθορᾶσθαι τὴν φύσιν. οὐ γὰρ ἐπειδὴ νοῦς οὐκ ἔστι, διὰ τοῦτο ἡ σὰρξ πρὸς τὴν τοῦ πατρὸς φύσιν οἰκείως ἔχει, ἀλλὰ τῆς μὲν τοῦ πατρὸς οὐσίας, ὁμοίως ..... ἄνθρωπος καὶ ὅλος καὶ τὸ μέρος κεχώρισται κατὰ τὸν τῆς φύσεως λόγον, καὶ οὐθέτερον τῶν ἐν ἡμῖν, οὔτε ὁ νοῦς οὔτε τὸ σῶμα, πρὸς τὴν ὑπερκειμένην φύσιν τῷ λόγῳ τῆς οὐσίας ᾠκείωται. κἂν οὐράνιόν τι σαρκὸς εἶδος ἀναπλάσῃ περὶ τὸ θεῖον ὁ μῦθος, οὐδὲν μᾶλλον διὰ τοῦτο ὁμοούσιον εἶναι τῷ θεῷ καὶ πατρὶ τὴν σάρκα ἐκείνην ὁ λελογισμένος συνθήσεται. εἰ δὲ ἠλλοτρίωται τῆς πατρικῆς οὐσίας ἡ σάρξ, πῶς ἂν εἴη υἱὸς τὸ ἀλλότριον; ἀνάγκη γὰρ πᾶσα τὸ ἀληθῶς ἔκ τινος ὂν ἐκεῖνο κατὰ τὴν οὐσίαν εἶναι ὅπερ ὁ γεννήσας ἐστίν. ἀλλὰ μὴν ὁ πατὴρ σὰρξ οὐκ ἔστιν· οὐδ' ἂν ὁ ἐξ ἐκείνου πάντως σὰρξ εἴη· τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα καὶ οὐχὶ σὰρξ εἶναι λέγεται. εἰ οὖν μὴ ἔστιν ἐκ τοῦ πατρὸς ἡ σάρξ, υἱὸς οὐκ ἔστιν. τί οὖν ὀνομασθήσεται; ὅπερ γὰρ ἂν τῇ οὐρανίᾳ ἐκείνῃ τῇ μυθοποιηθείσῃ παρὰ τοῦ λογογράφου ἐπινοήσωσιν ὄνομα, τοῦτο ἡμεῖς τῇ ἐξ ἀνθρώπων ἀναληφθεί σῃ σαρκὶ κατὰ τὸ ἀκόλουθον ἐπιθήσομεν καί, ὅπερ ἂν τὸ ἡμέτερον ὀνομάσωσιν, τῷ αὐτῷ ὀνόματι κἀκεῖνο κληθήσεται. 3,1.1 οὐκ ἔστιν υἱὸς τὸ γήϊνον, οὐδὲ ἐκεῖνο πάντως. θετὸς υἱὸς τὸ γήϊνον, οὐκοῦν κἀκεῖνο. υἱῶν δυὰς ἐνταῦθα, κἀκεῖ πάντως. εἷς υἱὸς ἐν ἐκείνῳ ἡ σὰρξ καὶ ἡ θεότης, τοῦτο καὶ ὧδε. ἐπειδὴ γὰρ ὁμοίως ἀφέστηκε τῆς θείας οὐσίας ἡ κτίσις πᾶσα, τὸ μὲν ἔξω εἶναι τῆς τοῦ πατρὸς φύσεως τό τε γήϊνον καὶ οὐράνιον ἐπίσης συνωμολόγηται. λείπεται δὲ, ὅπερ ἂν τῷ σκοπῷ τῆς φιλανθρωπίας συμβαίνῃ, τοῦτο εὐλογώτερον περὶ τὸν θεὸν οἴεσθαι, ὄνομα δὲ αὐτῷ ἴδιον ἐφευρίσκειν μηδέν, ἀλλὰ τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι συνονομά ζεσθαι, καθάπερ ἐπὶ τοῦ πελάγους γίνεται· εἰ γάρ τις στα γόνα ὄξους ἐπιβάλοι θαλάττῃ καὶ ἡ σταγὼν θάλασσα γίνεται συμμεταποιηθεῖσα τῇ θαλασσίᾳ ποιότητι, οὕτως ὁ ἀληθινὸς υἱὸς καὶ μονογενὴς θεός, τὸ ἀπρόσιτον φῶς καὶ ἡ αὐτοζωὴ σοφία τε καὶ ἁγιασμὸς καὶ δύναμις καὶ πᾶν ὑψηλὸν ὄνομά τε καὶ νόηματαῦτα ὁ διὰ σαρκὸς φανερωθεὶς τοῖς ἀνθρώποις ἐστί· τῆς δὲ σαρκὸς τῇ ἰδίᾳ φύσει σαρκὸς οὔσης, μετα ποιηθείσης δὲ πρὸς τὸ τῆς ἀθανασίας πέλαγος, καθώς φησιν ὁ ἀπόστολος ὅτι Κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, συμμετεβλήθη καὶ πάντα τὰ κατὰ τὴν σάρκα τότε φαινόμενα πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν· οὐ βάρος, οὐκ εἶδος, οὐ χρῶμα, οὐκ ἀντιτυπία, οὐ μαλακότης, οὐχ ἡ κατὰ τὸ ποσὸν περιγραφή, οὐκ ἄλλο τι τῶν τότε καθορωμένων οὐδὲν παραμένει, τῆς πρὸς τὸ θεῖον ἀνακράσεως εἰς τὰ θεϊκὰ ἰδιώματα τὸ ταπεινὸν τῆς σαρκώδους φύσεως ἀναλαβούσης. ὥστε κίνδυνός ἐστιν οὐδεὶς εἰς τετράδα ἡμῖν τὸν τῆς τριάδος λόγον πλατύνεσθαι, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐδὲ τοὺς ἀγγέλους τῷ ἀνθρώπῳ δουλαγωγοῦ μεν, ὡς ὁ ἐκείνου μῦθος καθ' ἡμῶν λέγει. οὐ γὰρ ἀνθρώπῳ δουλεύουσιν οἱ τῷ δεσπότῃ ἑαυτοὺς ὑποκύπτοντες οὐδὲ ἐπαισ χύνονται προσκυνοῦντες τῷ διὰ σαρκὸς τῇ οἰκουμένῃ ἐπιδημήσαντι· Ὅταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον, φησίν, εἰς τὴν 3,1.2 οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ.

Μία δὲ εἴσοδος ἐπὶ τὴν οἰκουμένην ἡ διὰ τοῦ τόκου ἐστὶ καὶ οὐκ ἔστιν ἑτέρως ἐντὸς τοῦ βίου τῶν ἀνθρώπων γενέσθαι μὴ ταύτῃ τῇ εἰσόδῳ χρησάμενον. οὐκοῦν