1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

33

οὕτως ἡνῶσθαι τῷ κυρίῳ, ὡς ἥνωται πρὸς αὐτὸν ἡ προσληφθεῖσα σάρξ, <ἐπεὶ> ἐπήγαγεν ἐν τῷ συμπεράσματι, ὅτι τὰ μὴ οὕτως ἡνωμένα οὐδ' οὕτω προσκυνητά, ἑτέραν ἐπιτίθησι κορωνίδα· Οὐδὲν δὲ οὕτως προσκυνητὸν ὡς ἡ σὰρξ τοῦ Χριστοῦ. ταῦτα ὡς καὶ παιδίοις γνώριμον ἔχοντα τὴν ἀτοπίαν μετὰ τῆς ἀνοίας σιωπησόμεθα. εἴποι γὰρ ἂν καὶ τὰ ταῖς ἀγοραῖς ἐγκαθήμενα παιδία καὶ παίζοντα ὅτι, εἰ μηδὲν οὕτως ἐστὶ προσκυνητὸν ὥσπερ ἡ σάρξ, ἄρα σεβασμιωτέρα ἐστὶν ἡ τοῦ Χριστοῦ σὰρξ καὶ αὐτῆς τῆς τοῦ πατρὸς μεγαλειότητος καὶ τῆς παντοδυνάμου ἐξουσίας καὶ τῆς πάντων ἀρχῆς καὶ εἴ τι ἄλλο χωρεῖ ἡ φύσις ἡμῶν περὶ τῆς θείας δυνάμεως φθέγ γεσθαι, ὥστε καταλιπόντας τὸ προσκυνεῖν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μόνην σέβεσθαι καὶ προσ κυνεῖν τὴν παρὰ τούτου προτετιμημένην σάρκα καὶ ἐν ἐκείνῃ τὸ κατὰ πάντων τίθεσθαι κράτος. ὅμοιον δὲ τοῖς προαποδεδο μένοις καὶ τὸ ἐφεξῆς ἐπιχείρημα· Ἡ σὰρξ τοῦ κυρίου, φησί, προσκυνεῖται, καθὸ ἕν ἐστι πρόσωπον καὶ 3,1.5 ἓν ζῷον μετ' αὐτοῦ. δύο μνημονεύσας πραγμάτων, κυρίου καὶ σαρκὸς κυρίου, ἓν ζῷον τὰ δύο ἐποίησεν. νῦν ἀποκαλύπτει σαφῶς τὸ ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου δηλούμενον, ἐν ᾗ διδάσκειν κατεπαγγέλλεται περὶ τῆς θείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου· ἐπειδὴ γὰρ ψυχῆς σώματι συνδραμούσης ἐκ τῆς τῶν ἑτερογενῶν τούτων μίξεώς τε καὶ κοινωνίας συνίσταται ἡ ἀνθρωπίνη ζωὴ καὶ οὐκ ἄν τις ἄλλο τι τὴν σύστασιν ἡμῶν ὁρίσαιτο πλὴν σώματος καὶ ψυχῆς κοινωνίαν, τοῦτο αὐτὸ καὶ περὶ τὴν θείαν φύσιν φαντασθεὶς ὁ λογογράφος εὐθὺς ἔν τε τῇ ἐπιγραφῇ τοῦ λόγου διδάσκειν κατεπαγγέλλεται, ὅτι καθ' ὁμοίωσιν ἀνθρώπου καὶ τὸ θεῖον ἐν σαρκὶ θεωρεῖται, καὶ νῦν ἐν τῷ μέρει τούτῳ τοῦ λόγου σαφῶς κατασκευάζει, ὅτι ἕν ἐστι πρόσωπον καὶ ζῷον ἓν ἥ τε σὰρξ καὶ ὁ κύριος, ὡσανεὶ λέγοι Παῦλον τὸν αὐτὸν εἶναι τῷ κρυπτῷ τὸν φαινόμενον διὰ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν συμφυΐαν. τί οὖν ἄρα ἐπεξιέναι προσήκει τοῖς εἰρημένοις καὶ ἀντιμάχεσθαι; καὶ πῶς οὐκ ἄν τις ἡμᾶς ἀφραίνειν κατῃτιάσατο τοῖς παρεξευρημένοις τῶν νοημάτων ἐνισταμένους; οὐκοῦν τὸ μετὰ τοῦτο κατανοήσωμεν.

Εἰ μηδέν, φησί, ποίημα προσκυνητὸν μετὰ τοῦ κυρίου ὡς ἡ σὰρξ αὐτοῦ. τίς ἀγωνοθετήσει περὶ τῶν ἐν ἀσεβείᾳ πρωτείων ἀγωνιζομένῳ τῷ Ἀπολιναρίῳ πρὸς τὸν Εὐνόμιον; τίς ἄρα τῶν ἀριστείων ἐν τοῖς κατὰ τῆς ἀληθείας ἱδρῶσιν ἀξιωθήσεται; τάχα ἄκριτος ἐπ' ἀμφοτέρων ἡ νίκη τῷ ἀμφηρίστῳ καὶ ἰσοπαλεῖ τῆς ἀσεβείας καταλειφ θήσεται. ὁ μὲν γὰρ ποίημα τὸν μονογενῆ θεὸν λέγων νοερόν τε αὐτὸν καὶ ἔξω τῆς ἀντιτύπου φύσεως εἶναι οὐκ ἀπομάχεται· οὗτος δὲ σύνθετον ἐξ ἀρχῆς αὐτὸν ἐξ ἑτεροφυῶν ἀναπλάσας, ἐκ σαρκός τε καὶ θεότητος συγκεκροτημένον, ἓν εἶναι ζῷον κατασκευάζει καθ' ὁμοίωσιν τῆς ἀνθρωπίνης φύσεως. 3,1.6 ἡ μὲν γὰρ τοῦ ποιήματος προσκύνησις ἐπ' ἀμφοῖν ἴση· ἀλλ' ἐκεῖνος μὲν τὴν νοεράν τε καὶ ἀσώματον φύσιν πεποιῆσθαί φησιν· οὗτος δὲ προστίθησι καὶ τὸ σαρκώδη φύσιν εἶναι περὶ τὸ ποίημα καὶ ταύτην προσκυνεῖσθαι πλέον τῶν λοιπῶν ποιη μάτων ὡς καὶ ἄλλοις ποιήμασι προσαγομένης τῆς προσκυ νήσεως, ὃ καὶ τοῖς τὰ Εὐνομίου πρεσβεύουσιν ἀσεβὲς εἶναι ὁμολογεῖται. οὐκοῦν ἐχέτω κατὰ τοῦ Εὐνομίου τὰ νικητήρια καὶ ἐπαγαλλέσθω τοῖς τῆς ἀσεβείας στεφάνοις καλλωπιζόμενος· ὅσῳ γὰρ ἐν τῇ ἀνθρωπίνῃ φύσει τῆς ψυχῆς τὸ σῶμα καταδεέστερον, τοσοῦτον ἐν τοῖς τὰ ποιήματα προσκυνοῦσιν ὁ τὴν σάρκα προσκυνεῖν νομοθετῶν τῶν τὸ νοερὸν ποίημα σεβομένων ἐν τῷ λόγῳ τῆς ἀσεβείας ἐστὶν ἀτοπώτερος, καὶ μάλιστα, εἰ καὶ ἄλλα προσκυνεῖσθαι ποιή ματα λέγοι, ὧν τὸ πλέον ἡ σὰρξ διὰ συγκρίσεως κατὰ τὴν προσκύνησιν ἔχει· Οὐδὲν γάρ, φησί, ποίημα προσκυνη τὸν ὡς ἡ σὰρξ τοῦ κυρίου. πάντα μὲν γὰρ ἐπίσης κάτω τῆς θείας ἐστὶ δυνάμεως, ὅσαπερ ἐν τῇ κτίσει κατα λαμβάνεται, κἂν ἀσώματον ᾖ κἂν μετὰ σώματος. ἀλλ' ἔχει πρὸς ἑαυτὴν ἡ κτίσις διὰ συγκρίσεως ὑπερβολὴν καὶ ἐλάττω σιν, τῆς τῶν ἀσωμάτων φύσεως προτερευούσης