1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

37

λέγων οὐχ ἁμαρτήσεται. Ἀλλὰ καὶ ἐπουράνιος ἄνθρωπος, περὶ τοῦ κυρίου τοῦτο λέγει, καὶ πνεῦμα ζωοποιοῦν. καὶ ταῦτα δεχόμε θα· ἡμετέρα γάρ, εἰ πρὸς τὸ δέον ἐκληφθείη αὐτῶν ἡ διάνοια. ὁ γὰρ ἀνακραθεὶς τῷ ἐπουρανίῳ καὶ μεταποιήσας διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπιμιξίας τὸ γήϊνον οὐκέτ' ἂν χοϊκός, ἀλλ' ἐπουράνιος λέγοιτο· καὶ ὁ τῷ ζωοποιῷ πνεύματι [ὁ δὲ] ποιῶν ἐφ' ἡμῶν τὴν ἐνέργειαν καὶ πνεῦμά ἐστι ζωοποιοῦν. ἀλλ' ἴδω μεν πρὸς τί χρῆται τοῖς εἰρημένοις ὁ λογογράφος.

Εἰ ἐκ πάντων, φησί, τῶν ἴσων ἡμῖν ἐστι τοῖς χοϊκοῖς ὁ ἐπου ράνιος ἄνθρωπος, ὥστε καὶ τὸ πνεῦμα ἴσον ἔχειν τοῖς χοϊκοῖς, οὐκ ἐπουράνιος ἀλλ' ἐπουρανίου θεοῦ δοχεῖον. πολὺ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ἀσαφὲς καὶ δυσφώρατον διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν· πλὴν ἀλλὰ ῥᾴδιον ἀνακαλύψαι τὸ βούλημα. φησὶ γάρ, εἰ μὲν ἐλλιπὴς 3,1.214 εἴη τῷ νῷ ἐκεῖνος ὁ ἄνθρωπος, ἐπουράνιον αὐτὸν εἶναι· εἰ δὲ ἄρτιος εἴη, μηκέτι ἐπουράνιον, ἀλλὰ δοχεῖον γενέσθαι τοῦ ἐπουρανίου θεοῦ. ἐν τούτοις δὲ τί ἄν τις τῶν εἰρημένων πρὸ τοῦ ἑτέρου βδελύξαιτο; τὸ ἐμποδίζεσθαι τῇ ἀρτιότητι τὸ θεῖον οἴεσθαι, ὡς οἰκειο τέρας παρὰ τὸν νοῦν τῆς σαρκὸς οὔσης πρὸς τὴν τῆς θεότητος ἕνωσιν· ἢ τὸ τὸν θεὸν μὲν ἐπουράνιον πιστεύειν εἶναι, τὸν δὲ δεξάμενον ἐν ἑαυτῷ τὸν θεὸν τὸν οὐράνιον μὴ ἐκεῖ εἶναι, ὅπου ὁ θεὸς εἶναι πιστεύεται, ἀλλ' ἑτέρωθι παρὰ τὸν οὐράνιον εἶναι καὶ ἄλλο τι παρὰ τοῦτο κατονομάζεσθαι; Εἰ γάρ, φησὶν ὁ Ἀπολινάριος, οὐρανίου θεοῦ δοχεῖόν ἐστιν, ὁ δὲ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καθὼς ὁ Ἐκ κλησιαστὴς λέγει. ἄρα ὁ χωρήσας ἐν ἑαυτῷ τὸν θεὸν μετὰ τοῦ χωρηθέντος ἐστὶν ἐπουράνιος ἀντὶ χοϊκοῦ κυρίως λεγόμενος· ὡς καὶ δι' ὧν φησιν ὁ λογογράφος, εἴπερ τὸ ἀκόλουθον τοῖς ἰδίοις λόγοις ἠπίστατο, σαφῶς τὸ δόγμα τῆς ἀληθείας κατασκευάζεται, τῇ σοφίᾳ τῶν ἐχθρῶν κρατυ νόμενον. Ἀλλὰ τὸ ἐφεξῆς ἐξετάσωμεν. Εἰ δὲ ἡμεῖς μέν, φησίν, ἐκ τριῶν, αὐτὸς δὲ ἐκ τεσσάρων, οὐκ ἄνθρωπος, ἀλλὰ ἀνθρωπόθεος. μὴ γελάτω πρὸς τὸ μωροφανὲς τοῦ ῥήματος καὶ ἀνόητον ὁ ἐντυγχάνων τῷ λόγῳ, στεναζέτω δὲ μᾶλλον πρὸς τὴν ἑκούσιον πήρωσιν τῶν τῇ ἀλογίᾳ ταύτῃ δεδουλωμένων. ἐὰν πᾶσα ἡ ἀνθρωπίνη φύσις τῇ ἐπισκηνώσει τῆς θείας δυνάμεως σῴζηται, ἀνθρωπόθεος ὁ θεὸς λόγος ὀνομασθήσεται· καὶ καθάπερ οἱ μῦθοι ἐκ διαφόρων συμπλέ κοντες φύσεων τερατεύονται ζῷον καὶ σχήματα καὶ ὀνόματα ἱππελάφους καὶ τραγελάφους καὶ τὰ τοιαῦτα πλάσσοντές τε καὶ ὀνομάζοντες, οὕτως καὶ ὁ νέος μυθοποιὸς κατὰ τοὺς διδασκάλους αὐτοῦ τῆς ποιήσεως καταχλευάζει τὸ θεῖον 3,1.215 μυστήριον. Καὶ τοῦ ἀποστόλου διαρρήδην βοῶντος ὅτι ∆ι' ἀνθρώπου ἀνάστασις ἐκ νεκρῶν, οὐχ ἡμίσεως ἀνθρώπου οὐδὲ μικρόν τι ὑπὲρ τὸ ἥμισυ ἔχοντος, ἀλλὰ τῷ ἀπολύτῳ τῆς φωνῆς ἀμείωτον ἐνδειξαμένου τὴν φύσιν τὴν σημαινομένην ἐν τῷ ὀνόματι, οὗτος Μινώταυρον ἡμῖν διὰ τῆς αἰσχρᾶς ταύτης ὀνοματοποιΐας τερατεύεται τὸ μυστήριον, πολλὰς παρέχων τοῖς ἀλλοτρίοις τῆς πίστεως ἀφορμάς, δι' ὧν εἴρηκεν, εἰς τὸ χλευάζειν τὸν λόγον τῆς πίστεως. οὐ γὰρ ἔστι τὸν διασύρειν ἐπὶ γέλωτι τὰ δόγματα θέλοντα τῆς ἀτόπου ταύτης συνθέσεως τῶν λόγων ἀποτραπῆναι, κἂν τὸ τοῦ λογο γράφου κἂν τὸ ἡμέτερον ἐπικρατέστερον εἶναι δόξῃ· ὅ τι γὰρ ἂν ἐξ ἀμφοτέρων εἴπῃς, τὴν ἐκ τῶν δύο φύσεων σύνθεσιν οὐκ ἀφαιρήσεις τοῦ λόγου. οὐ γὰρ ὁ ἄνωθεν φήσας εἶναι τὴν σάρκα τὸ μηδὲ σάρκα αὐτὴν εἶναι κατασκευάζει· ἡ δὲ σὰρξ ἐμψύχῳ τινὶ φύσει διοικουμένη καὶ ζωτικὴν ἐν ἑαυτῇ δύναμιν ἔχουσα, καθὼς καὶ ὁ Ἀπολινάριος βούλεται, τὴν τοῦ ἀν θρώπου προσηγορίαν κυρίως ἔχει· ὁ δὲ προσλαβόμενος αὐτὴν καὶ ἑαυτὸν δι' ἐκείνης φανερώσας ἕτερος τῇ φύσει πάντως παρ' ἐκείνην ἐστίν· αὐτὸ γὰρ τὸ τῆς προσλήψεως ὄνομα τὴν κατὰ φύσιν ἑτερότητα τοῦ προσλαβομένου παρὰ τὸ προσειλημμένον ἐνδείκνυται. τί οὖν τὸ κωλῦον ἔσται, κἂν ταῦτα κρατῇ, τὸν ἐν σαρκὶ φανερωθέντα θεὸν διὰ τῆς ἀτόπου ἐκείνης ὀνοματοποιΐας ὑβρίζεσθαι, ὥστε καὶ τὸν οὕτω συνεστηκότα κατὰ τὴν τολμηρὰν τοῦ Ἀπολιναρίου φωνὴν ἀνθρωπόθεον λέγεσθαι; οὐδὲ γὰρ τὸν τραγέλαφον, ἐπειδὴ ὅλῳ τῷ ἐλάφῳ ἐξ