1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

38

ἡμίσεως προσεφύη τὸ τράγειον ἢ τὸ ἔμπαλιν περὶ τὴν τῶν ζῴων ἐγένετο μίξιν, ὥστε ἀκε ραίῳ τράγῳ προσφυῆναι τὸ ἐλάφιον μέρος, διὰ τοῦτο κατὰ τὸν εἰρημένον τρόπον ὁ μῦθος ὠνόμασεν, ἀλλὰ τὸ ὁπωσοῦν μετασχεῖν ἑκατέρας τῆς φύσεως ἡ τῶν ὀνομάτων σύνθεσις 3,1.216 διερμηνεύει. ὥστε κατὰ τὸν λογογράφον, εἰ ἔστιν ὁ αὐτὸς ἄνθρωπος καὶ θεὸς ὁπωσοῦν τὴν συνάφειαν ἔχων, εἴτε πάσης συνδραμούσης τῆς φύσεως εἴτε καὶ ἐλλιπῶς ἐχούσης, τὴν ἄτοπον ἐκείνην τοῦ ὀνόματος συνθήκην οὐ διαφεύξεται. καὶ εἰ ταῦτα παρ' αὐτοῦ μαθόντες οἱ Ἕλληνες κωμῳδοῖεν ἡμῶν τὸ μυστήριον, πάντως ὁ τὴν ἀφορμὴν παρασχὼν τῆς βλασφημίας ἐν τῇ προφητικῇ κατάρᾳ γενήσεται, ἥ φησιν Οὐαὶ δι' οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν! Οἷα δὲ τοῖς εἰρημένοις προστίθησι πάλιν, κατανοήσωμεν.

Εἰ ἐκ δύο, φησί, τελείων, οὔτε ἐν ᾧ θεός ἐστιν, ἐν τούτῳ ἄνθρωπός ἐστιν, οὔτε ἐν ᾧ ἄνθρωπος, ἐν τούτῳ θεός. εἰ δὲ ἐξ ἀπολείποντος καὶ τελείου κατὰ τὸν ἐκείνου λόγον εἶναι δοθείη τὸ σύγκριμα, ἆρ' οὐχὶ τὸ ἴσον παρὰ τῶν τὰ τοιαῦτα τολμώντων ῥηθήσεται, ὅτι ἐν ᾧ θεός ἐστιν ἄνθρωπος οὐκ ἔστι, καὶ ἐν ᾧ ἄνθρωπός ἐστι θεὸς οὐκ ἔστιν; ἕτερος γὰρ παντὶ τρόπῳ ὅ τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος λόγος καὶ οὐκ ἄν τις τὴν ἐλάττωσιν τῆς ἀνθρωπότητος ὅρον εἶναι τῆς θείας ὑπονοήσειε φύσεως· οὐ γὰρ ἐν τῷ τοῦτο μὴ εἶναι ἢ ἀτελῶς εἶναι ἐκεῖνό ἐστιν, ἀλλ' ἑκάτερον ἐφ' ἑαυτοῦ νοούμενον ἐν ἰδίοις θεωρεῖται ὀνόμασιν. ὅ τε γὰρ θεὸν ἀκούσας, ὅσα περὶ θεοῦ πρέπει νοεῖν, διὰ τῆς προσηγορίας ταύτης συμπαρεδέξατο καὶ ὁ τὴν τοῦ ἀνθρώπου προσηγορίαν παραδεξάμενος πᾶσαν τὴν φύσιν διὰ τῆς φωνῆς ταύτης ἀνετυπώσατο καὶ οὐδεμίαν ὀνόμασιν ἡ διάνοια τῶν λεγομένων πάσχει, ὥστε ἐν θατέρῳ τῶν ὀνομάτων ἐννοῆσαι τὸ ἕτερον. οὔτε γὰρ ἐν τούτῳ ἐκεῖνο οὔτε ἐν ἐκείνῳ τοῦτο σημαίνεται, ἀλλ' ἕκαστα τῶν ὀνομάτων τῇ κατὰ φύσιν παραμένει διανοίᾳ καὶ κατ' οὐδένα τρόπον αἱ ἐμφάσεις αὐτῶν πρὸς ἀλλήλας ὑπαλλαγήσονται. τὸ δὲ ἀτελὲς καὶ τὸ τέλειον ἑτέρων νοημάτων ὑπόθεσις τῷ ἀκούοντι γίνεται. τέλειον μὲν γάρ φαμεν τὸ συμπεπληρω 3,1.217 μένον τῷ ἰδίῳ λόγῳ τῆς φύσεως· ἀτελὲς δὲ τὸ ἐναντίον. οὐθέτερον δὲ τούτων ἐφ' ἑαυτοῦ λεγόμενον οὔτε ἄνθρωπον οὔτε θεὸν ἑρμηνεύει, ἀλλ' ᾧπερ ἂν συνονομασθῇ πράγματι ἢ ὀνόματι, ἢ πλῆρες ἢ ἐλλιπὲς τὸ δηλούμενον ἐννοεῖν ὑποτίθεται. πῶς οὖν, εἰ ἀτελὴς εἴη ὁ ἄνθρωπος, θεὸς εἶναι τὸ ἀτελὲς παρὰ τοῦ Ἀπολιναρίου κατασκευάζεται ὡς συμ βαινούσης τῷ λόγῳ τῆς θεότητος τῆς κατὰ τὴν φύσιν ἡμῶν κολοβώσεως;

Πάλιν δὲ πρὸς τὸ ἐφεξῆς προάγων τὸν λόγον φησίν· Οὐ δύναται σῴζειν τὸν κόσμον ὁ ἄνθρωπος ἄνθρωπος μένων καὶ τῇ κοινῇ τῶν ἀνθρώπων φθορᾷ ὑποκεί μενος. φημὶ τοῦτο κἀγώ· εἰ γὰρ αὐτάρκης ἦν ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἑαυτῇ τὸ ἀγαθὸν κατακτήσασθαι, περιττὸν τὸ μυστήριον. ἐπειδὴ δὲ ἀμήχανον ἦν ἔξω θανάτου γενέσθαι μὴ θεοῦ τὴν σωτηρίαν πορίσαντος, διὰ τοῦτο τὸ φῶς ἐν τῇ σκοτίᾳ λάμπει διὰ σαρκός, ἵν' ἐξορίσῃ τῆς σαρκὸς τὴν ἐκ τοῦ σκότους ἀπώλειαν. ἀλλ' οὐδὲ ὑπὸ θεοῦ, φησί, μὴ ἐπιμιχθέντος ἡμῖν σῳζόμεθα. σωφρονεῖν ἔοικεν ἐν τοῖς λεγομένοις ὁ λογογράφος καὶ πρὸς τοὺς ἔμφρονας λογισμοὺς τὴν ψυχὴν ἐπανάγει· ὁ γὰρ μίξιν εἰπὼν τῶν κατὰ φύσιν διεστώτων σημαίνει τὴν ἕνωσιν. Μίγνυται δέ, φησί, σὰρξ γενόμενος, τουτέστιν ἄνθρωπος, καθὼς τὸ εὐαγγέλιον λέγει, ὅτε σὰρξ ἐγένετο, τότε αὐ τὸν ἐν ἡμῖν ἐσκηνωκέναι. οὐδὲ ταῦτα τοῦ ὑγιαίνοντος ἀπᾴδει λόγου, εἰ μή τι παρασπαρείη αὐτῷ μετὰ ταῦτα τῆς ζιζανιώδους σπορᾶς. οὗτος γὰρ ἡμέτερος, μᾶλλον δὲ τῆς ἀληθείας ὁ λόγος, ὅτι τότε ἐσκήνωσεν ἐν ἡμῖν, ὅτε σὰρξ ἐγένετο, καὶ τὸ ἔμπαλιν, τότε σὰρξ ἐγένετο, ὅτε ἐσκήνωσεν ἐν ἡμῖν. εἰ οὖν ἐξ ἐκείνου ἡ σάρξ, ἀφ' οὗ ἡ ἐν ἡμῖν κατασκή νωσις, ἄρα πρὶν εὐαγγελισθῆναι ὑπὸ τοῦ Γαβριὴλ τὴν παρ 3,1.218 θένον σὰρξ οὐδέπω ὁ λόγος ἦν· καὶ ψευδὴς ὁ λέγων ἐκ τῶν ἄνωθεν καταβεβηκέναι πρὸς ἡμᾶς τὸ ἀνθρώπινον καὶ πρὸ τῆς ἀνθρωπίνης φύσεως ἐκεῖνον εἶναι τὸν