1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

40

Χριστοῦ ὄνομα διαφερόντως φαμὲν ἐξ ἀϊδίου περὶ τὸν μονογενῆ θεωρεῖσθαι, ὑπ' αὐτῆς τῆς τοῦ ὀνόματος ἐμφάσεως πρὸς τὴν ὑπόληψιν ταύτην χειραγωγούμενοι. τῆς γὰρ ἁγίας τριάδος διδασκαλίαν περιέχει ἡ τοῦ ὀνόματος τούτου ὁμολο γία, ἑκάστου τῶν πεπιστευμένων προσώπων ἐμφαινομένου τῇ προσηγορίᾳ ταύτῃ κατὰ τὸ πρόσφορον. καὶ ὡς ἂν μὴ παρ' ἑαυτῶν λέγειν τι δοκοίημεν, τὰ τῆς προφητείας παραθησό μεθα ῥήματα.

Ὁ θρόνος σου, φησίν, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ἐν τούτοις γὰρ διὰ μὲν τοῦ θρόνου τὴν ἐπὶ πάντων ἀρχὴν διασημαίνει ὁ λόγος· ἡ δὲ ῥάβδος τῆς εὐθύ τητος τὸ ἀδέκαστον ἑρμηνεύει τῆς κρίσεως· τὸ δὲ τῆς ἀγαλ λιάσεως ἔλαιον τὴν τοῦ ἁγίου πνεύματος παρίστησι δύναμιν, ᾧ χρίεται παρὰ τοῦ θεοῦ ὁ θεός, τουτέστι παρὰ τοῦ πατρὸς ὁ μονογενής, ἐπειδὴ ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν. εἰ μὲν οὖν ἦν ποτε, ὅτε οὐκ ἦν φίλος τῆς δικαιοσύνης, ἐχθρὸς δὲ τῆς ἀδικίας, ἀκόλουθον ἦν τὸ μηδὲ κεχρῖσθαί ποτε λέγειν τὸν διὰ τοῦτο κεχρῖσθαι λεγόμενον, ὅτι ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν. εἰ δὲ πάντοτε φίλος δικαιοσύνης (οὐ γὰρ ἄν ποτε ἑαυτὸν μισήσειεν, αὐτὸς δικαιοσύνη ὤν), πάντοτε δηλονότι καὶ ἐν τῷ χρίσματι θεωρεῖται. ὥσπερ οὖν 3,1.221 ὁ δίκαιος οὐκ ἄδικος, οὕτως οὐδὲ ἄχριστος ἂν εἴη ποτὲ ὁ Χριστός· ὁ δὲ μηδέποτε ἄχριστος, ἀεὶ πάντως Χριστός· ὅτι τοίνυν ὁ χρίων ἐστὶν ὁ πατήρ, τὸ δὲ χρῖσμα τὸ ἅγιον πνεῦμά ἐστι, πᾶς τις ἂν σύνθοιτο ὅ γε μὴ κεκαλυμμένος τὴν καρδίαν τῷ Ἰουδαϊκῷ προκαλύμματι.

Πῶς οὖν ἡμᾶς φησι λέγειν μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστόν; οὐ μήν, ἐπειδὴ Χριστὸν ἀϊδίως εἶναι ὁμολογοῦ μεν, ἤδη καὶ τὴν παρ' αὐτοῦ πλασθεῖσαν σάρκα πάντοτε περὶ αὐτὸν ἐννοοῦμεν· ἀλλ' οἴδαμεν τὸν αὐτὸν καὶ προαιώνιον [τε] καὶ κύριον καὶ μετὰ τὸ πάθος πάλιν τὸν αὐτὸν τοῦτον ὁμολογοῦμεν, καθώς φησι πρὸς τοὺς Ἰουδαίους ὁ Πέτρος ὅτι Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. τοῦτο δέ φαμεν οὐχ ὡς δυάδα Χριστῶν καὶ κυρίων περὶ τὸν ἕνα βλέποντες, ἀλλ' ἐπειδὴ τῇ φύσει θεὸς ὢν ὁ μονογενὴς θεὸς καὶ τοῦ παντὸς κύριος καὶ βασιλεὺς πάσης κτίσεως καὶ ποιητὴς τῶν ὄντων καὶ διορθωτὴς τῶν διαπεπτωκότων, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ τὸ καὶ τὴν ἡμετέραν φύσιν ἐξ ἁμαρτίας δια πεσοῦσαν μὴ ἀπώσασθαι τῆς πρὸς αὐτὸν κοινωνίας, ἀλλὰ πάλιν εἰς τὴν ζωὴν παραδέξασθαι. αὐτὸς δέ ἐστιν ἡ ζωή· διὰ τοῦτο ἐπὶ τέλει τοῦ ἀνθρωπίνου βίου ἤδη τῆς κακίας ἡμῶν πρὸς τὸ ἀκρότατον αὐξηθείσης, ὡς ἂν μηδὲν ἀθερά πευτον τῆς πονηρίας ὑπολειφθείη, τότε δέχεται τὴν πρὸς τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως ἐπιμιξίαν καὶ τὸν ἄνθρωπον ἐν ἑαυτῷ λαβὼν καὶ αὐτὸς ἐν τῷ ἀνθρώπῳ γενόμενος, καθώς φησι πρὸς τοὺς μαθητὰς ὅτι Ἐγὼ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἐμοί, ὅπερ αὐτὸς ἦν, τοῦτο καὶ τὸν ἀνακραθέντα ἐποίησεν· αὐτὸς δὲ ἦν ἀεὶ ὑπερύψιστος· διὰ τοῦτο καὶ τὸ ταπεινὸν ὑπερύψωσεν· οὐ γὰρ δὴ ὁ ὑπὲρ πᾶν ὕψιστος ἔτι τοῦ ὑψωθῆναι 3,1.222 ἐδέετο. Χριστὸς δὲ καὶ κύριος ὁ λόγος ἦν, τοῦτο καὶ ὁ ἐμμιχθείς τε καὶ ἀναληφθεὶς ἐν τῇ θεότητι γίνεται· οὐ γὰρ ὁ ὢν κύριος ἀναχειροτονεῖται πάλιν εἰς κυριότητα, ἀλλ' ἡ τοῦ δούλου μορφὴ κύριος γίνεται· διὸ καὶ Εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, λέγεται Χριστὸς ὡσαύτως ὁ πρὸ τῶν αἰώνων τὴν δόξαν τοῦ πνεύματος περικείμενος (τοῦτο γὰρ σημαίνει διὰ συμβόλων ἡ χρῖσις) καὶ μετὰ τὸ πάθος τὸν ἑνωθέντα αὐτῷ ἄνθρωπον τῷ αὐτῷ χρίσματι καλλωπίσας Χριστὸν ποιεῖ· ∆όξασόν με γάρ, φησίν, ὡσανεὶ χρῖσον ἔλεγε, τῇ δόξῃ, ἣν εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ἡ δὲ προκόσμιος καὶ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων θεωρουμένη δόξα, ᾗ ὁ μονογενὴς θεὸς ἐνδοξάζεται, οὐκ ἂν ἄλλη τις εἴη κατὰ τὸν ἡμέτερον λόγον παρὰ τὴν δόξαν τοῦ πνεύματος· μόνην γὰρ προαιώνιον τὴν ἁγίαν τριάδα ὁ τῆς εὐσεβείας παραδίδωσι λόγος.