1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

41

Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, φησὶ περὶ τοῦ πατρὸς ἡ προφητεία· περὶ δὲ τοῦ μονο γενοῦς ὁ ἀπόστολος ὅτι ∆ι' αὐτοῦ οἱ αἰῶνες ἐγένοντο· καὶ δόξα πρὸ τῶν αἰώνων περὶ τὸν μονογενῆ θεὸν θεωρουμένη τὸ πνεῦμά ἐστι τὸ ἅγιον. ὅπερ οὖν ἦν τῷ Χριστῷ τῷ παρὰ τῷ πατρὶ ὄντι πρὸ τοῦ τὸν κόσμον εἶναι, τοῦτο καὶ τῷ ἑνωθέντι πρὸς τὸν Χριστὸν ἐπὶ τέλει τῶν αἰώνων γίνεται. Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέθ, ὃν ἔχρισεν ὁ θεὸς τῷ πνεύματι τῷ ἁγίῳ. ὥστε μὴ συκοφαντείτω τὸν ἡμέτερον λόγον, ὡς ἡμῶν μὴ ἀεὶ Χριστὸν τὸν μονογενῆ θεὸν εἶναι λεγόντων· ἀλλὰ πάντοτε μὲν ὁ Χριστὸς καὶ πρὸ τῆς οἰκονο μίας καὶ μετὰ τοῦτο· ἄνθρωπος δὲ οὔτε πρὸ τούτου οὔτε μετὰ ταῦτα, ἀλλ' ἐν μόνῳ τῷ τῆς οἰκονομίας καιρῷ. οὔτε γὰρ πρὸ τῆς παρθένου ὁ ἄνθρωπος οὔτε μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἔτι ἡ σὰρξ ἐν τοῖς ἑαυτῆς ἰδιώμασιν. Εἰ γὰρ καὶ ἐγνώκαμέν ποτε, φησί, κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ 3,1.223 ἔτι γινώσκομεν· οὐδὲ γὰρ ἐπειδὴ ὁ θεὸς ἐν σαρκὶ ἐφανερώθη, 3,1.223 σὰρξ διέμεινεν· ἀλλ' ἐπειδὴ τρεπτὸν μὲν τὸ ἀνθρώπινον, ἄτρεπτον δὲ τὸ θεῖον, ἡ μὲν θεότης πρὸς τροπήν ἐστιν ἀκίνη τος, οὔτε πρὸς τὸ κρεῖττον ἀλλοιουμένη οὔτε πρὸς τὸ χεῖρον (τὸ μὲν γὰρ χεῖρον οὐ παραδέχεται, τὸ δὲ κρεῖττον οὐκ ἔχει)· ἡ δὲ ἀνθρωπίνη φύσις ἐν Χριστῷ πρὸς τὸ κρεῖττον κέχρηται τῇ τροπῇ, ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον ἀλλοιωθεῖσα, ἀπὸ τοῦ ἐπικήρου πρὸς τὸ ἀκήρατον, ἀπὸ τοῦ ὀλιγοχρονίου πρὸς τὸ ἀΐδιον, ἀπὸ τοῦ σωματικοῦ καὶ κατεσχηματισμένου πρὸς τὸ ἀσώματόν τε καὶ ἀσχημάτιστον.

Ἐπειδὴ δέ φασιν ἡμᾶς λέγειν πεπονθέναι τὸν ἄν θρωπον, οὐ τὸν θεόν, ταῦτα παρ' ἡμῶν ἀκουσάτωσαν, ὅτι τὴν θεότητα ἐν τῷ πάσχοντι εἶναι ὁμολογοῦμεν, οὐ μὴν τὴν ἀπαθῆ φύσιν ἐμπαθῆ γενέσθαι. ὡς δ' ἂν σαφέστερον γένοιτο τὸ λεγόμενον, ταύτην ἔχομεν τὴν διάνοιαν, ὅτι ἡ ἀνθρωπίνη φύσις ἐκ νοερᾶς ψυχῆς σώματι συνδραμούσης τὴν ὑπόστασιν ἔχει· φύεται δὲ τὸ συναμφότερον ἀφορμῆς τινος ὑλικῆς προκαταβαλλομένης αὐτοῦ τῆς συστάσεως. ἡ δὲ ὕλη ἐκείνη θείᾳ δυνάμει ζωοπλαστηθεῖσα ἄνθρωπος γίνεται, ὡς εἴ γε δοίη τις καθ' ὑπόθεσιν μὴ συμπαρεῖναι τὴν δημιουρ γικὴν τοῦ θεοῦ δύναμιν πρὸς τὴν τοῦ πλασσομένου σύστασιν, ἀργὴ πάντως μένει καὶ ἀκίνητος μὴ ζωογονουμένη διὰ τῆς ποιητικῆς ἐνεργείας ἡ ὕλη. ὥσπερ οὖν ἐφ' ἡμῶν ζωοποιός τις δύναμις ἐνθεωρεῖται τῇ ὕλῃ, ἀφ' ἧς ὁ ἐκ ψυχῆς τε καὶ σώματος συνεστὼς ἄνθρωπος διαπλάσσεται, οὕτως ἐπὶ τῆς παρθενίας ἡ τοῦ ὑψίστου δύναμις, διὰ τοῦ ζωοποιοῦντος πνεύματος ἀΰλως τῷ ἀμιάντῳ σώματι ἐμφυεῖσα καὶ ὕλην τῆς σαρκὸς τὴν ἀφθορίαν τῆς παρθένου ποιησαμένη, τὴν ἐκ τοῦ παρθενικοῦ σώματος πρὸς τὸ πλασσόμενον συνεισφορὰν παρεδέξατο καὶ οὕτως ἐκτίσθη ὁ καινὸς ὡς ἀληθῶς ἄνθρωπος, ὁ πρῶτος καὶ μόνος τὸν τοιοῦτον τρόπον τῆς ὑποστάσεως 3,1.224 ἐφ' ἑαυτοῦ καταδείξας, ὁ κατὰ θεὸν κτισθείς, οὐ κατὰ ἄν θρωπον, τῆς θείας δυνάμεως κατὰ τὸ ἴσον διὰ πάσης τῆς τοῦ συγκρίματος φύσεως διηκούσης, ὡς μηθέτερον ἀμοιρεῖν τῆς θεότητος, ἀλλ' ἐν ἀμφοτέροις, ἐν ψυχῇ λέγω καὶ σώματι, κα θὼς εἰκός, ἑκατέρῳ προσφυῶς τε καὶ καταλλήλως εἶναι. ὥσπερ οὖν τοῦ ἀνθρώπου τικτομένου ἡ θεότης τοῦ γεννηθῆναι οὐκ ἐδέετο πρὸ πάντων αἰώνων οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἀλλ' ἅπαξ ἐγγενομένη κατὰ τὴν σύστασιν τοῦ ἀνθρώπου καὶ κατὰ τὴν γέννησιν ἐκείνῳ συναναφαίνεται, οὕτως οὐδὲ τοῦ ἀναστῆναι χρῄζει ἡ ἀεὶ ζῶσα, ἀλλ' ἐν τῷ διὰ τῆς θείας δυνά μεως εἰς τὴν ζωὴν ἐπαναγομένῳ ἀνίσταται, οὐκ αὐτὴ ἐγειρο μένη (οὐδὲ γὰρ πέπτωκεν), ἀλλ' ἐν ἑαυτῇ τὸν πεπτωκότα ἐγείρουσα. εἰ οὖν τὸ θεῖον οὔτε γεννήσεως οὔτε ἀναστάσεως δέεται, δηλονότι καὶ τὸ πάθος οὐχ ὡς τῆς θεότητος πα σχούσης ἐπιτελεῖται, ἀλλ' ὡς ἐν τῷ πάσχοντι οὔσης καὶ διὰ τῆς πρὸς τὸν πεπονθότα ἑνώσεως τὸ ἐκείνου πάθος οἰκειου μένης.

[ Η γὰρ θεία φύσις, καθὼς εἴρηται, τῇ τε ψυχῇ καὶ τῷ σώματι καταλλήλως ἐμφυεῖσα καὶ ἓν πρὸς ἑκάτερον γενομένη διὰ τῆς ἀνακράσεως, ἐπειδὴ ἀμεταμέλητα,