1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

44

τοῦτο μέχρι παντὸς οἴεται δεῖν ἐν τοῖς ἀνθρωπίνοις αὐτὸν ἰδιώμασι πιστεύειν εἶναι· καὶ οὐ μέμνηται τῆς τοῦ εὐαγγελίου φωνῆς, ὅπου πολλαχοῦ διὰ τῶν ἰδίων λόγων ὁ κύριος ἄνθρωπον τὸν ἐπὶ πάντων θεὸν κατωνόμασεν. ἄνθρωπος ἦν οἰκοδεσπότης, ὁ τοῖς γεωργοῖς τὸν ἀμπελῶνα ἐκδόμενος, ὁ μετὰ τὴν τῶν οἰκετῶν ἀναίρεσιν καὶ τὸν μονογενῆ αὑτοῦ υἱὸν ἀποστείλας, ὃν ἐκβαλόντες οἱ γεωργοὶ ἔξω τοῦ ἀμπελῶνος φονεύουσι. τίς δὲ ὑπῆρχεν ἐκεῖνος ὁ ἄνθρωπος ὁ τὸν μονογενῆ πέμψας; τίς δὲ ὁ ἔξω τοῦ ἀμπελῶνος φονευθεὶς υἱός; ὁ δὲ τοῦ υἱοῦ τοὺς γάμους ἐπιτελῶν οὐκ αὐτὸς ἀνθρωπικῶς ὑπὸ τοῦ λόγου διεσκευάσθη; εἰ δὲ χρὴ καὶ τοῦτο εἰπεῖν, ὅτι βοηθῶν τῇ ἀσθενείᾳ τῶν καταφρονούντων τῆς ὁμοιοειδοῦς αὐτοῖς φύσεως καὶ διὰ τοῦτο πιστεῦσαι αὐτοῦ τῇ θεότητι μὴ δυνα μένων, ὡς ἂν μάλιστα τὸ χαῦνον τῆς διανοίας αὐτῶν τῷ φόβῳ συστείλας εἰς πίστιν τονώσειε, φησὶ τὸ παρὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου τοὺς ἀγγέλους ἐν τῇ κρίσει πέμπεσθαι, ἵν' ἡ τῶν φοβερῶν προσδοκία τὴν πρὸς τὸ φαινόμενον αὐτῶν ἀπιστίαν θεραπεύσειεν. ἀλλὰ καὶ Ὄψεσθε, φησί, τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης καὶ δυνάμεως πολλῆς. καὶ τοῦτο συνᾴδει τοῖς προαποδεδομένοις, εἴτε ἐκείνου τοῦ ἀνθρώπου τοῦ τὸν ἀμ πελῶνα φυτεύσαντος καὶ τὸν γάμον τῷ υἱῷ ἐπιτελέσαντος εἴτε κατὰ τὴν προαποδοθεῖσαν διάνοιαν. καὶ ὅτι πάντῃ τῆς 3,1.230 ταπεινῆς τοῦ Ἀπολιναρίου ὑπολήψεως ὁ λόγος ἀπήλλακται καὶ οὐδὲν σωματικὸν περὶ αὐτὸν ἐννοεῖν ὁ τοιοῦτος ὑποτίθεται λόγος, σαφὴς ἡ ἀπόδειξις ἐκ τοῦ προσκεῖσθαι τῷ λόγῳ τῷ τὴν ἐμφάνειαν αὐτοῦ τὴν ἐπὶ τέλει τῶν αἰώνων μηνύοντι, ὅτι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ὀφθήσεται τῇ κτίσει ὁ κύριος, ὡς ἀνάγκην εἶναι διὰ τῶν εἰρημένων ἢ καὶ τὸν πατέρα νομίζειν ἀνθρωπικῶς διεσκευάσθαι, ἵνα ὁ κατὰ τὸ ἀνθρώπινον σχῆμα φαινόμενος υἱὸς ἐν τῇ τοῦ πατρὸς φαίνηται δόξῃ· ἢ εἴπερ καθαρεύει πάσης μορφῆς ἐν εἴδει θεωρουμένης ἡ τῆς πατρικῆς δόξης μεγαλοπρέπεια, μηδὲ αὐτὸν ἀνθρωπικῶς σχηματίζεσθαι τὸν ἐν τῇ τοῦ πατρὸς ὀφθήσεσθαι δόξῃ ἐπαγγελλόμενον. ἄλλη γὰρ δόξα ἀνθρώπου καὶ ἄλλη δόξα τοῦ ἐπὶ πάντων θεοῦ. ]Αλλά, φησί, διὰ σαρκὸς διαλεγόμενος τοῖς ἀνθρώποις ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ὢ τῆς ἀνοίας τὸ ἀπόδειξιν οἴεσθαι <τοῦ> ἀνθρωπικὴν αὐτοῦ μετὰ ταῦτα γενήσεσθαι τὴν ἐμφάνειαν τὸ εἰπεῖν διὰ σαρκὸς φθεγγόμενον τὸν κύριον ἓν εἶναι πρὸς τὸν πατέρα! οὐκοῦν διὰ τούτων πάν τως κατασκευάζει τῷ λόγῳ τὸ ἀκριβῶς ἐν σαρκὶ καὶ τὸν πατέρα ζῆν; εἰ γὰρ ὁ εἰπὼν ἓν εἶναι ἑαυτὸν πρὸς τὸν πατέρα οὐ κατὰ τὸ πνευματικὸν ἀλλὰ κατὰ τὸ ἀνθρώπινον, καθὼς ὁ Ἀπολινάριος οἴεται, νοεῖν ὑποτίθεται τὴν ἑνότητα, ἄρα τοῦτό ἐστιν ὁ πατήρ, ὅπερ τότε κατὰ ἄνθρωπον ὁ υἱὸς ἑωρᾶτο. ἀλλὰ μὴν ἔξω πάσης σωματικῆς ἐννοίας τὸ θεῖον. ἄρα οὐ κατὰ τὸ ἀνθρώπινον σχῆμα ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἕνωσις ἦν, ἀλλὰ κατὰ τὴν κοινωνίαν τῆς θείας φύσεώς τε καὶ δυνάμεως. καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐκ τούτων ἂν γένοιτο μάλιστα δῆλον, ἐν οἷς φησι πρὸς τὸν Φίλιππον· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἡ γὰρ ἀκριβὴς τῆς τοῦ υἱοῦ μεγαλειότητος κατανόησις καθάπερ ἐν εἰκόνι τὸ ἀρχέτυπον βλέπειν παρασκευάζει. Τῶν δὲ ἐφεξῆς τὸ ἀσυνάρτητον καὶ ἀδιανόητον, ὡς ἂν 3,1.231 μὴ μάτην ἐμφιλοχωροίην τοῖς ματαίοις, ὑπερβήσομαι, δι' ὧν οὐδὲ ὅ τι βούλεται λέγειν φανερὸν ποιεῖ τοῖς ἐπιστατικῶς ἀκολουθοῦσι τῇ συγγραφῇ. τί γὰρ αὐτῷ συντελεῖ πρὸς τὸν λόγον τὸ Μηδένα ἁρπάζειν ἐκ τῆς χειρὸς αὐτοῦ τὰ δοθέντα αὐτῷ παρὰ τοῦ πατρὸς πρόβατα, συνιδεῖν οὐκ ἔχω· καὶ ὅτι πατρικῇ θεότητι ἕλκει πρὸς ἑαυτὸν τὰ πρόβατα· καὶ Εἰ πρὸς τὸν πατέρα, φησίν, ἥνωται Χριστὸς πρὸ ἀναστάσεως, πῶς πρὸς τὸν ἐν αὐτῷ θεὸν οὐχ ἥνωται; τοῦτο γὰρ ὥσπερ ἐξεπίτηδες αὐτὸς ἑαυτοῦ τὴν μυθοποιίαν ἐλέγχων παρεντίθησι ταῖς ἰδίαις κατασκευαῖς, δι' ὧν ἀποδείκνυται ἡ τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον διαίρεσίς τε καὶ ἕνωσις. ὁ γὰρ εἰπὼν ὅτι Εἰ πρὸς τὸν πατέρα ἥνωται Χριστός, πῶς πρὸς τὸν ἐν αὐτῷ θεὸν οὐχ ἥνωται; οὕτω καὶ ὁ κατὰ Χριστὸν ἄνθρωπος ἕτερος ὢν τῷ ἐν αὐτῷ ἥνωται θεῷ. ταῦτα τοίνυν ὡς αὐτόθεν διὰ τῆς