1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

2

ἀνατέλλων ποιή σειεν. Ὡσαύτως δὲ καὶ τὴν τῶν δύο οὐρανῶν δημιουρ γίαν οὐ παραδέχονται λέγοντες, εἰ καὶ τρίτου μέ μνηται οὐρανοῦ ὁ Ἀπόστολος, οὐδὲν ἧττον μένειν ἐν τῷ μέρει τούτῳ τὸ ἄπορον· διότι ἐν ἀρχῇ γεγονό τος ἑνὸς οὐρανοῦ, μετὰ ταῦτα δὲ τοῦ στερεώματος, ἄλλου δὲ οὐρανοῦ, τοῦτ' ἔστι δευτέρας δημιουργίας, μὴ προσγραφείσης τῷ Μωϋσῇ, ἀναπόδεικτόν ἐστι τὸ καὶ τρίτον οὐρανὸν ἐπὶ τοῖς δύο τούτοις νοεῖν, τῷ μήτε μετὰ τὸ στερέωμα γεγενῆσθαι ἄλλον, μήτε τὸν τῆς ἀρχῆς λόγον συγχωρεῖν προεπινοεῖν τι πρεσβύ τερον. Εἰ γὰρ ἐν ἀρχῇ γέγονεν οὐρανὸς, δῆλον ὅτι ἀπὸ τότε ἡ κτίσις ἤρξατο· οὐ γὰρ ἂν ἀρχὴ κατωνο μάσθη ὑπὸ τοῦ λόγου, εἰ ἄλλην εἶχεν ἀρχὴν ἑαυτῆς ὑπερκειμένην· τὸ γὰρ δευτερεῦον κατὰ τὴν τάξιν οὔτ' ἔστιν ἀρχὴ, οὔτε λέγεται. Ἀλλὰ μὴν καὶ τρίτου 65 οὐρανοῦ μνήμην πεποίηται ὁ Παῦλος, ὃν ἡ δημι ουργία οὐκ ἔχει. Ἄρα καὶ ἐνταῦθα ἡ τοῦ δευτέρου μνήμη τῶν ζητουμένων ἐστίν. Οἱ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα προφέροντες. οὔ μοι δοκοῦσιν ἐπεσκέφθαι τὸν σκοπὸν τῆς τοῦ πατρὸς ἡμῶν διδασκαλίας, ὃς δήμῳ τοσούτῳ διαλεγόμενος ἐν ἐκκλησίᾳ πολυαν δρούσῃ, κατάλληλον ἐξανάγκης ἐποιεῖτο τοῖς δεχο μένοις τὸν λόγον. Ἐν γὰρ τοσούτοις τοῖς ἀκούουσι, πολλοὶ μὲν ἦσαν καὶ οἱ τῶν ὑψηλοτέρων ἐπαϊόντες λόγων· πολλαπλασίους δὲ οἱ τῆς λεπτοτέρας ἐξετά σεως τῶν νοημάτων οὐκ ἐφικνούμενοι, ἄνδρες ἰδιῶται καὶ βάναυσοι ταῖς ἐπιδιφρίοις ἐργασίαις προσασχο λούμενοι, καὶ ὁ ἐν γυναιξὶ λαὸς τῶν τοιούτων μαθη μάτων ἀγύμναστος, καὶ ἡ νεολαία τῶν παίδων, καὶ οἱ παρηλικέστεροι κατὰ τὸν χρόνον, πάντες οὗτοι τῶν τοιούτων ἐδέοντο λόγων, τῶν μετά τινος εὐλήπτου ψυχαγωγίας διὰ τῆς φαινομένης κτίσεως, καὶ τῶν ἐν ταύτῃ καλῶν πρὸς τὴν τοῦ πεποιηκότος τὰ πάντα γνῶσιν χειραγωγούντων.

Ὥστε εἰ μὲν πρὸς τὸν σκοπὸν τῆς τοῦ μεγάλου διδασκάλου κρίνει τις τὰ λεγό μενα, λείπει τοῖς εἰρημένοις οὐδέν. Οὐ γὰρ ἀγωνι στικώτερον ἐνεστήσατο λόγον πρὸς ταῖς τῶν ζητη μάτων ἐνστάσεις ἐκθύμως διαπλεκόμενος, ἀλλὰ τῆς ἁπλουστέρας τῶν ῥημάτων ἐξηγήσεως ὅλος ἦν, ὥστε πρόσφορον τῇ ἁπλότητι τῶν ἀκουόντων παραθέσθαι τὸν λόγον, μετὰ τοῦ καὶ τοῖς τῶν μειζόνων ἀκροαταῖς συναναβαίνειν πως αὐτοῦ τὴν ἐξήγησιν, τὰ ποικίλα μαθήματα τῆς ἔξω φιλοσοφίας παραδεικνύουσαν. Ὥστε παρὰ μὲν τῶν πολλῶν νοεῖσθαι, παρὰ δὲ τῶν ὑπερεχόντων θαυμάζεσθαι. Εἰ δὲ σὺ, καθάπερ ἐπὶ τοῦ Σιναΐου ὄρους καταλιπὼν κάτω τὸν πολὺν λαὸν, καὶ ὑπὲρ τοὺς ἄλλους ὑψωθεὶς τὴν διάνοιαν, συν εισελθεῖν φιλονεικεῖς τῷ μεγάλῳ Μωϋσῇ, εἰς τὸν γνόφον τῆς τῶν ἀποῤῥήτων θεωρίας, ἐν ᾧ ἐκεῖνος γενόμενος. εἶδέ τε τὰ ἀθέατα καὶ τῶν ἀλαλήτων ἔπη ἠκροάσατο, καὶ ζητεῖς γνῶναι τὴν ἀναγκαίαν τῆς κτίσεως τάξιν, πῶς τοῦ οὐρανοῦ, καὶ τῆς γῆς γεγονότων, τὸ μὲν φῶς ἀναμένει τὸ θεῖον πρόσταγμα, πρὸς τὸ γενέσθαι φῶς· τὸ δὲ σκότος καὶ ἄνευ προστάγματος ἦν. Καὶ εἰ μηδὲν ἔδει τῷ φωτὶ πρὸς τὸ καταλαμ πρύνειν τὸν ὑποκείμενον ἀέρα, καὶ νυκτὶ καὶ ἡμέ ρᾳ διορίζειν τὸν χρόνον, τίς ἦν χρεία τῆς τοῦ ἡλίου κατασκευῆς; καὶ εἰ καταρχὰς μετὰ τοῦ οὐ ρανοῦ γέγονεν ἡ γῆ, πῶς ἀκατασκεύαστον τὸ γεγενη μένον ἐστί; Τὸ γὰρ κατασκευάσαι, καὶ τὸ ποιῆσαι, οὐδὲν δοκεῖ διαφέρειν κατὰ τὴν ἔννοιαν. Εἰ οὖν ταὐτό ἐστι τὸ ποιῆσαι τῷ κατασκευάσαι, πῶς τὸ πεποιημέ νον ἐστὶν ἀκατασκεύαστον; καὶ τὰ περὶ τῆς ὑγρᾶς οὐσίας ἐπαπορούμενα, ὡς οὐ δυνατὸν ὂν ἄνω τῆς οὐ ρανίου ἁψίδος ἐν τῷ σφαιροειδεῖ σχήματι τὸ ῥευστὸν ἐφιζῆσαι. Πῶς γὰρ ἐφιδρυνθείη τῷ κυρτῷ ἡ ὑγρό της, κατὰ πᾶσαν ἀνάγκην ἀπὸ τοῦ ἀεὶ κορυφουμένου τῆς σφαίρας, πρὸς τὰ ἐπικλινῆ τοῦ σχήματος τοῦ ὑγροῦ μεταῤῥέοντος; Πῶς δὲ τοῦ ὑποκειμένου ἀστα τοῦντος, ἐν ἑαυτῇ ἕξει τὸ στάσιμον, ἀεὶ τῆς ἰδίας ἀπο λισθαίνουσα βάσεως; Πῶς δὲ οὐ σκεδασθήσεται τῆς ὀξυτάτης τοῦ πόλου περιφορᾶς τὸ ἐφιζάνον πάντως ἀποκρουούσης; Ἀλλὰ μὴν καὶ τὸ δαπανᾶσθαι τὴν ὑγρὰν φύσιν ἀπίθανον τοῖς ἀντιλέγουσι φαίνεται. ∆ιὰ τὸ πάν 68 τοτε ἐν ἴσῳ τῷ μέτρῳ τὰ τῶν ὑδάτων ὁρᾶσθαι συστή ματα, ἐν πηγαῖς τε καὶ