1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

6

φύσει· καὶ τοῦτο διὰ τῆς ἰδίας γραφῆς καὶ ὁ μέ 76 γας μαρτύρεται Μωϋσῆς, ἐν οἷς φησιν, ὅτι «Καὶ εἶπεν ὁ Θεός Γενηθήτω φῶς·» τοῦτο διὰ τῶν εἰρημέ νων, ὡς οἶμαι, διδοὺς, ὅτι θεῖος λόγος ἐστὶ τὸ τοῦ φωτὸς ἔργον πᾶσαν ἔννοιαν παριὼν ἀνθρωπίνην. Ἡμεῖς μὲν γὰρ πρὸς μόνον τὸ γινόμενον βλέπομεν, καὶ τῇ αἰσθήσει τὸ θαῦμα δεχόμεθα. Ποῦ δὲ τὸ πῦρ διαιτώμενον ἀθρόως ἀπογεννᾶται· εἰ ἐκ τῆς συμπτώ σεως τῶν ψηφίδων ἀναπαλλόμενον, ἐκ τίνων· ἢ ἐκ τίνος ἄλλης πρὸς ἑαυτὴν τριβείσης· καὶ τίς ἡ δύνα μις, ἡ τὸ μὲν περιδραχθὲν ὑπ' αὐτοῦ διεσθίουσα, τὸν δὲ ἀέρα τῇ φλογὶ καταυγάζουσα, οὔτε ἰδεῖν δυνάμεθα, οὔτε ἔννοιάν τινα περὶ τούτου λαβεῖν· ἀλλ' ἐν μόνῳ τῷ Θεῷ τὸν λόγον τῆς παραδόξου ταύτης θαυματο ποιίας ἀποκεῖσθαί φαμεν, τῷ ποιήσαντι κατὰ τὸν ἄῤῥητον τῆς δυνάμεως λόγον, γεννηθῆναι τῷ πυρὶ τὸ φῶς. Καθὼς ὁ Μωϋσῆς ἐν τῷ ἰδίῳ λόγῳ μαρτύρε, ὅτι «Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν.» Μόνου γὰρ ὡς ἀληθῶς Θεοῦ τὸ ἰδεῖν, ὅπως ἂν γέ νοιτο τὸ οὕτω καλόν· ἡ δὲ τῆς ἡμετέρας φύσεως πτω χεία, τὸ μὲν γινόμενον βλέπει, τὸν δὲ καθ' ὃν γίνε λόγον, οὔτε ἰδεῖν, οὔτε ἐπαινέσαι δυνατῶς ἔχει. Τῶν γὰρ γνωριζομένων, οὐχὶ τῶν ἀγνοουμένων ἐστὶν ὁ ἔπαινος. «Εἶδεν» οὖν, φησὶν, «ὁ Θεὸς τὸ φῶς ὅτι καλὸν, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.» Πάλιν τὸ ἀναγκαίως κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως ἐν τάξει τινὶ καὶ ἁρμονίᾳ γινόμενον, εἰς θείαν ἐνέργειαν ὁ Μωϋσῆς ἀνάγει· διδάσκων, οἶμαι, διὰ τῶν εἰρημένων, τὸ πάντα προκατανενοῆσθαι τῇ τοῦ Θεοῦ σοφίᾳ, τὰ διά τινος ἀναγκαίας τάξεως κατὰ τὸ ἀκόλουθον ἐκβησό μενα. Τῆς γὰρ φωτιστικῆς οὐσίας τῆς τῷ παντὶ κατεσπαρμένης, πρὸς τὸ συγγενὲς συνδραμούσης, καὶ πάσης περὶ ἑαυτὴν ἀθροισθείσης, ἀναγκαίως τὰ ἐπιπροσθούμενα τῇ λοιπῇ τῶν στοιχείων ὕλῃ κατ εσκιάζετο, καὶ τὸ ἀποσκίασμα, σκότος ἦν. Τοῦτο τοί νυν τὸ ἀκολούθως γενόμενον, ὡς ἂν μή τις ἀνάγοι πρὸς αὐτόματόν τινα συντυχίαν, Θεοῦ φησιν ἔργον ὁ Μωϋσῆς, τοῦ τὴν δύναμιν ταύτην ἐναποθεμένου τοῖς γενομένοις· ἀλλὰ μὴν τὸ ὀξεῖάν τε καὶ ἀνωφερῆ καὶ ἀεικίνητον τοῦ πυρὸς εἶναι τὴν φύσιν, παντὶ δῆλον ἐκ τῶν φαινομένων ἐστίν· ἃ δὲ διὰ τῆς ἀρχῆς ταύτης ἐκ τοῦ ἀκολούθου νοεῖν ὑποτίθεται ὁ λόγος, ἱστορικῶς παρὰ τοῦ Μωϋσέως ἐν διηγήματος εἴδει συγκαταγέ γραπται, τὸ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ.» Τίς γὰρ οὐκ οἶδεν ὅτι διχῆ τῆς κτίσεως νοουμένης, εἰς τε τὸ νοητὸν καὶ αἰσθητὸν, ἡ πᾶσα σπουδὴ τῷ νομοθέτῃ νῦν ἐστιν, οὐ τὰ νοητὰ ἐξηγήσασθαι, ἀλλὰ ὑποδεῖξαι διὰ τῶν φαινομένων ἡμῖν τὴν ἐν τοῖς αἰσθητοῖς διακόσμησιν; Ἐπεὶ οὖν τὸ πῦρ ὁμοῦ τὸ συστῆναι τὸ πᾶν, τῶν ἑτεροφυῶν στοιχείων ἐκτοξευθὲν, καθάπερ τι βέλος, ἐν τῷ ἀνωφερεῖ καὶ κούφῳ τῆς κατὰ φύσιν κινήσεως τοῦ παντὸς προεξήλατο· καὶ ἴσῳ νοήματι τὴν αἰσθητὴν οὐσίαν διαπερᾶσαν, οὐκ ἔσχε προσαγαγεῖν ἐπ' εὐθείας τὴν κίνησιν, τῆς νοητῆς κτίσεως ἀκοινωνήτως πρὸς τὴν τῶν αἰσθητῶν ἐπι μιξίαν ἐχούσης, αἰσθητὸν δὲ τὸ πῦρ· τούτου χάριν 77 ἐν τοῖς ἄκροις τῆς κτίσεως ὄροις τὸ πῦρ γενόμενον, ἀναγκαίως κυκλοειδῆ ποιεῖται τὴν κίνησιν, πρὸς μὲν τὸ πᾶν φέρεσθαι ὑπὸ τῆς ἐγκειμένης τῇ φύσει δυνά μεως συνελαυνόμενον, τῆς δὲ κατ' εὐθείας φορᾶς χώραν οὐκ ἐχούσης· πᾶσα γὰρ ἡ αἰσθητὴ κτίσις, ἰδίοις ὄροις περιέχεται· τῷ ἄκρῳ πέρατι τῆς αἰσθη τῆς φύσεως ἐνδιοδεύει, ἐν οἷς εὐοδοῦται κινούμενον, τῆς νοητῆς φύσεως, καθὼς φθάσαντες εἴπομεν, οὐ παραδεχομένης ἐν ἑαυτῇ τοῦ πυρὸς τὸν δρόμον. ∆ιὰ τοῦτο ὁ Μωϋσῆς ἐπακολουθήσας διὰ τῆς διανοίας τῇ τοῦ πυρὸς κινήσει, μὴ τοῖς αὐτοῖς μέρεσιν ἐπιμεμενηκέναι φησὶ τὸ γενόμενον φῶς, ἀλλ' ἐκπεριεχόμενον τὴν παχυτέραν τῶν ὄντων ὑπό στασιν, ἐν τῷ σφοδρῷ τῆς κινήσεως ἀντιμετάγειν διὰ τῆς περιόδου, τοῖς τε ἀφωτίστοις τὸ φέγγος, καὶ τοῖς πεφωτισμένοις τὸν ζόφον, Ἴσως δὲ κατὰ τὰ χρονικὰ διαστήματα τῆς τοιαύτης διαδοχῆς περὶ τὴν κάτω χώραν γινομένης, τοῦ φωτός φημι καὶ τοῦ σκότους· πάλιν τῷ Θεῷ τὴν ὀνοματοποιίαν ἡμέρας τε καὶ νυκτὸς ὁ Μωϋσῆς ἀνατίθησιν, οὐδὲν τῶν κατὰ τὸ ἀκόλουθον