1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

13

τὸ μὴ δαπανᾶσθαί τι τοῦ ὑγροῦ, διὰ τῆς τοιαύτης μαρτυρεῖται πείρας. Ἀλλ' ὥσπερ παρὰ τὴν πρώτην οὐκ ἐν τῇ φθορᾷ τῆς ὑγρότητος τὸ πῦρ ἔσχε τὴν γένεσιν, ἀλλὰ παρὰ τῆς αὐτῆς ὑπέστη δυνάμεως· καὶ τοῦτο οὕτως κατὰ τὴν πρώτην τοῦ στοιχείου σύστασιν, καὶ εἰς τὸ διηνεκὲς ἡ διαμονὴ φυλαχθήσεται, οὐδὲν τῆς ὑγρᾶς φύσεως πρὸς τὸ διαμεῖναι τὸ πῦρ διοχλουμένης. Ἀλλ' ὁρῶμεν, φησὶ, πολλάκις ὑγρανθεῖσαν ἐξ ἐπομβρίας τὴν γῆν, εἶτα σφοδρότερον τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος, ξηρὰν γινομένην τὴν πρὸ ὀλίγου διάβροχον· ποῦ τοίνυν, φησὶν, ἡ ἐν τούτοις ὑγρότης, εἶπερ μὴ καθόλου τὸ θερμὸν τῆς ἀκτῖνος ἐπαναλίσκοντος; Ἆρ' οὖν καὶ τὸ ἐν τῷ κερά μῳ ὕδωρ εἰ μεταβληθείη πρὸς ἕτερον, καὶ κενὸν ἀθρόως τὸ πλῆρες γένοιτο· ἐπεὶ δὲ ἐν τούτῳ οὐκ ἔστιν, οὐδὲ εἶναι ὅλως τὸ ἐν ἑτέρῳ γινόμενον λέ γουσιν; Ὃ γὰρ ἐνταῦθα γίνεται, τοῦτο καὶ ἐπ' ἐκεί νου τις ὑπολαβὼν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Ἶσον γάρ ἐστι τήν τε ἀπὸ τοῦ κοίλου τούτου ἐπὶ τὸ ἕτερον κοῖλον τοῦ ὑγροῦ μεταῤῥοὴν γενέσθαι, καὶ τὴν νοτίδα τῆς γῆς ἐξικμασθεῖσαν, ἀναχθῆναι πρὸς τὸν ἀέρα, φυσικῶς τοῦ ὑγροῦ, ὅταν ἡ τοῦ ὑπερκειμένου θερμότης πρὸς ἑαυτὴν ἐφέλκηται λεπτομερῶς ἐκ τῆς γῆς, πρὸς τὰ ἄνω διηθουμένου. Τεκμήριον δὲ τῶν γινομένων, ὅτι παχυτέρων πολλάκις τῶν ἀτμῶν ἀπὸ τοῦ βάθους τῆς γῆς ἀναδιδομένων, νεφώδης τις σύ στασις ἀναβρύειν δοκεῖ, καὶ τοσαύτη τῶν ἀτμῶν ἡ παχύτης γίνεται, ὡς καὶ τοῖς ὀφθαλμοῖς αὐτὴν ἐφ ικτὴν εἶναι. Γένοιτο δ' ἄν ποτε καὶ λεπτομερεστέρα τις ἡ τῆς νοτῖδος ἀναθυμίασις, ὡς ἐξισοῦσθαι πρὸς τὸν ἀέρα τρόπον τινὰ τῇ λεπτότητι, καὶ μὴ πρότερον φανεροῦσθαι ταῖς ὄψεσι, πρὶν αὐτὴν πρὸς ἑαυτὴν συμπεσεῖν, τὴν τῶν τοιούτων ὑγρῶν ἀναθυμίασιν, καὶ οὕτω γενέσθαι νέφος διὰ τῆς συμπιλήσεως· ὥστε τὰς λεπτάς τε καὶ ἀτμοειδεῖς ἰκμάδας, τέως μὲν ἐπι πολάζειν τῷ ἀέρι διὰ κουφότητα, καὶ ἐποχεῖσθαι τοῖς πνεύμασιν, εἰ δὲ πλεῖον ἡ τοῦ ὑγροῦ συγγένεια πρὸς αὐτὴν συῤῥυεῖσα βαρεῖα γένοιτο, τότε ἐκπίπτουσαν τοῦ ἀέρος ἐπὶ τὴν γῆν σταγόνα γίνεσθαι.

Οὐκοῦν οὐκ ἀνάλωσεν ἡ θερμότης ὅπερ ἐκ τῆς γῆς ἀνεμάξατο, ἀλλ' ἐξ αὐτῶν μὲν συνέστη τὸ νέφος, τὸ δὲ νέφος συνθλιβὲν, ὕδωρ ἐγένετο· τοῦτο δὲ πάλιν τῇ γῇ κατα μιχθὲν, εἰς ἀτμὸν ἀνήχθη, καὶ ὁ ἀτμὸς νεφωθεὶς, ὄμβρος ἐγένετο. Ἐκ δὲ τούτου πάλιν ἡ γῆ τοὺς ἀτμοὺς ἀπεκύησε· κἀκεῖνοι παχυνθέντες ἐν τῇ συ 96 στάσει τῶν νεφῶν κατεῤῥύησαν καὶ τὸ ἀποῤῥυὲν πάλιν δι' ἀτμῶν ἀνεδόθη, καὶ οὕτω κύκλος τις γίνε πρὸς ἑαυτὸν ἀναστρέφων, καὶ διὰ τῶν αὐτῶν ἀεὶ περιχωρῶν τε καὶ ἑλισσόμενος. Κἂν τὰ φυτὰ εἴπῃς, κἂν τὰ βλαστήματα, πάντα τῷ αὐτῷ κύκλῳ συμ περιέρχεται. Ἡ γὰρ ἰκμὰς διὰ φυτῶν ἢ σπερμάτων τοῖς βλαστοῖς συνανέδραμεν· εἶθ' ὅσον ἐστὶ γεῶδες αὐτῇ συνεπόμενον, ἐναφεῖσα τῷ ὄγκῳ τοῦ τρεφομέ νου, ὅταν ξηρανθῇ τὸ ὑποκείμενον τῷ περιέχοντι, πάλιν πρὸς τὸ ὁμόφυλον ἐξατμίζεται. Ἀραιὸς δὲ ὢν ὁ ἀὴρ ἐν τοῖς ἑαυτοῦ μορίοις, καὶ τῆς λεπτομερείας τῶν ἀτμῶν λεπτομερέστερος, ἅπαν τὸ ἐν αὐτῷ γενό μενον, πρὸς τὸ συγγενὲς διαφίησιν. Οὕτω γὰρ ἥ τε κόνις, κἂν ἐπιπολὺ τοῦ ἀέρος διασχεθῇ, πάλιν τῇ γῇ ἀποδίδοται· καὶ ἡ ἰκμὰς οὐκ ἀπόλλυται, ἀλλ' εὑ ρίσκει τὸ πάντως ἑαυτῇ συγγενές τε καὶ σύμφυλον κατὰ τὸν ἀέρα πλανώμενον, ᾧ προσπλασθεῖσα καὶ διὰ τῆς τῶν ὁμοίων προχωρήσεως αὐξηθεῖσα, πάλιν διογκοῦται πρὸς νέφρους σύστασιν, καὶ οὕτω διὰ σταγόνων τῇ ἰδίᾳ φύσει ἀποκαθίσταται· ὥστε πανταχοῦ τὰ τοῦ κόσμου τε στοιχειωδῶς ἐν τῷ παντὶ θεωρούμενα ἐπὶ τοῦ αὐτοῦ μέτρου φυλάσσεσθαι, ὃ παρὰ τὴν πρώτην ἐφ' ἑκάστου τῶν ὄντων ἡ σοφία τοῦ δημιουργοῦ πρὸς τὴν εὐαρμοστίαν τοῦ παντὸς διετάξατο. Ἀλλ' οἶδα τὸν ἀντιπίπτοντα λόγον· πολλάκις γὰρ ἔστιν ἰδεῖν, ἐν σφοδροτέρῳ καύσωνι νέφη τινὰ διὰ τοῦ ἀέρος κατεσπαρμένα, οἷς εἰ τις ἐπὶ πλεῖον ἐνατενί σειεν, ἐλέγξει πως τὸν λόγον τοῦτον, ὃς μηδὲν τῆς ὑγρᾶς φύσεως ἐξαναλίσκεσθαι λέγει. Τὰ γὰρ θρομ βοειδῆ τοῦ νέφους τμήματα, πολλαχῆ τοῦ ἀέρος ἐσκεδασμένα, πρῶτον μὲν ἐλαττοῦται κατὰ τὸν ὄγκον τῷ ὑπερβάλλοντι τοῦ φλογμοῦ ἐξοπτώμενα εἶτα καὶ εἰς