1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

23

ἀκρότατον τῆς κτίσεως ἀνατρέχει, καὶ ἐν τῷ ἰδίῳ ἕκαστον γίνεται τόπῳ, οὔτε παυόμενον τῆς ἀεικινή του φορᾶς, οὔτε μετακινούμενον ἀπὸ τῆς ἐν ᾧ ἐστι θέσεως. Ἀλλ' ἡ μὲν τάξις ἐν τούτοις τὸ ἀκίνητον ἔχει, ἡ δὲ φύσις τὸ ἀεικίνητον. Ἐφεξῆς δὲ ἡ δευτε 120 ρονοῦσα μετὰ τὴν ὀξυτάτην κίνησιν ἐν τῇ ἰδίᾳ φορᾷ, τὸν ὑποβεβηκότα κύκλον διαλαμβάνει· καὶ πά λιν ἐκ τρίτου καὶ τετάρτου καὶ ἕως ἑβδόμου πρὸς λόγον τῆς κατὰ τὸ τάχος φύσεως.

Τοσοῦτον ὑποκαταβαίνει τοῦ ἀνωτέρω ἕκαστον, ὅσον αὐτῷ σχολαιοτέρα τῶν ὑπερκειμένων ἡ φύσις ἐστὶ πρὸς τὴν κίνησιν. Ταῦτα οὖν γίνεται κατὰ τὴν τετάρτην ἡμέραν, οὐ τότε τοῦ φωτὸς δημιουργηθέντος, ἀλλὰ τῆς φωτιστικῆς ἰδιότητος περὶ τὸ κατὰ φύσιν ἑαυτῇ καὶ κατάλληλον ἀθροισθείσης· τά τε ἄλλα ἐξεφάνη τῶν ἀστέρων, καὶ οἱ ἐν μείζονι ὄγκῳ περὶ τὰ λοιπὰ καθορώμενοι, ὁ ἥλιός τε καὶ ἡ σελήνη, ὧν ἡ μὲν γένεσις, ἐν τῇ πρώτῃ καταβολῇ, τοῦ φωτὸς τὰς ἀφορμὰς ἔσχεν, ἡ δὲ σύ στασις ἑκάστου (ἐπειδὴ πάντως ἐν χρόνῳ κινεῖται πᾶν τὸ κινούμενον, καὶ δεῖ τὴν τῶν μορίων πρὸς ἄλληλα συνδρομὴν, καὶ χρονικοῦ τινος διαστήματος) ἐν ταῖς τρισὶν ἡμέραις ἐτελειώθη· ὡς μηδὲν ἔξω τῆς ἀκολουθίας παρὰ τοῦ μεγάλου Μωσέως ἐν τῇ τῶν ὄντων διασκευῇ γεγράφθαι, εἰ πάντων κατὰ τὸ ἀθρόον παρὰ τῆς τοῦ ∆ημιουργοῦ δυνάμεως ὑλικῶς προκαταβεβλη μένων, πρὸς τὴν τῶν ὄντων σύστασιν, ἡ μερικὴ τῶν ἐν τῷ κόσμῳ τεθεωρημένων ἀνάδειξις, τάξει τινὶ φυσικῇ καὶ ἀκολουθίᾳ ἐν ῥητῷ διαστήματι ἐτελειώθη· τότε μὲν ἀθρόου τοῦ φωτὸς ἐκφανέντος, νῦν δὲ πάσης τῆς φωτιστικῆς φύσεως ἰδικῶς διαφανείσης, ὧν ἐστι καὶ ὁ ἥλιος, καὶ ἡ σελήνη. Καὶ ὥσπερ ἐπὶ τῶν ῥευ στήν τινα δύναμιν ἐχόντων, κἂν πάντα ῥέῃ, οὐ πάν τως ὁμογενῶς ἔχει πρὸς ἄλληλα, ἀλλά τίς ἐστιν ἑκά στῳ διαφορὰ πρὸς τὸ ἕτερον, οἷον ἐν ἐλαίῳ καὶ ὑδραργύρῳ καὶ ὕδατι, ἅπερ εἴ τις ἀναχέας πάντα πρὸς ἄλληλα ἑνὶ περιβάλοι ἀγγείῳ, βραχέος ἐγγε νομένου χρόνου, πρῶτον ὄψεται τὴν ὑδράργυρον, διὰ τὸ βαρυτέραν τε καὶ κατωφερεστέραν εἶναι τῶν ἄλ λων, τοῖς ἰδίοις συμφυομένην μορίοις, κἂν πανταχῆ ταῦτα διεσκεδασμένα τύχῃ· ἔπεκτα τὸ ὕδωρ πρὸς ἑαυτὸ συναγόμενον· εἶτα τοῦ ἐλαίου τὰ μόρια πᾶσι τοῖς ὑποκειμένοις ἐπιπολάζοντα, καὶ περὶ ἑαυτὰ συν ιστάμενα· οὕτως οἶμαι δεῖν καὶ περὶ τῆς προκει μένης θεωρίας στοχάζεσθαι, τοσοῦτον ὑπαλλάξαντας μόνον τοῦ ὑποδείγματος, ὥστε τὸ ἐν τοῖς ῥευστοῖς ὧδε διὰ τοῦ βάρους γινόμενον, ἐπὶ τῆς ἀνωφεροῦς φύσεως κατὰ τὸ ἔμπαλιν θεωρῆσαι. Πάντων γὰρ ἀναφερομένων ὑπὸ κουφότητος ἅμα τῇ πρώτῃ τῶν ὄντων καταβολῇ, ὡς εἶχε τάχους ἕκαστον κατὰ τὴν ἐγκειμένην τοῖς πᾶσιν ἐκ φύσεως δύναμιν, ἀκόλουθον ἦν τῷ ἰσοδρομοῦντι ἀλλήλοις πάντα συνδραμεῖν, καὶ οὕτω διακριθῆναι κατὰ τὴν τοῦ τάχους διαφορὰν ἀπ' ἀλλήλων, τῶν ὡσαύτως πεφυκότων τε καὶ δυναμένων. Ὥσπερ οὖν ἐπὶ τοῦ ὑποδείγματος ἡ τῶν ῥευ στῶν τούτων διάκρισις οὐκ ἐποίησε διὰ τῆς διαστο λῆς τὰς ὕλας, ἀλλὰ τὰς γεγενημένας καὶ ἐν ἀλλήλαις κεχυμένας καθαρῶς ἑκάστην ἀπὸ τῆς ἄλλης διακρι θεῖσαν ἀνέδειξεν· οὕτω καὶ μετὰ τὸ τριήμερον τοῦ χρόνου διάστημα οὐχ. ἐγένετο ἡ φωτιστικὴ τοῦ ἡλίου φύσις καὶ δύναμις, ἀλλὰ διακεχυμένη πρὸς τὸ πᾶν πρὸς ἑαυτὴ διεκρίθη. Εἰ δέ τις ἡμᾶς ἐπαιτοίη καὶ περὶ τοῦ τρίτου οὐρανοῦ λόγον, ὃν ὁ Μωσῆς μὲν οὐκ ἔγραψεν, Παῦλος δὲ εἶδεν, καὶ ἐν αὐτῷ καθάπερ ἐν ἀδύτοις τισὶ τῆς σοφίας γενόμενος, τῶν ἀῤῥήτων ἐπ ηκροάσατο, τοῦτό φαμεν, ὅτι οὐκ ἔξω τῶν ἐξητασμέ 121 νων ὁ τρίτος ἐκεῖνος οὐρανός ἐστι. ∆οκεῖ γάρ μοι ὁ μέγας Ἀπόστολος ὁ πᾶσι τοῖς ἔμπροσθεν ἑαυτὸν ἐπεκτείνων, διαβὰς πάσης τῆς αἰσθητῆς φύσεως τοὺς ὅρους, εἰς τὴν νοητὴν κατάστασιν παρεισδῦναι, οὐ σωματικῆς ἀκριβῶς γινομένης αὐτῷ τῆς τῶν νοητῶν θεωρίας. Τοῦτο γὰρ καὶ αὑτὸς τῷ ἰδίῳ λόγῳ παρα σημαίνεται εἰπὼν, ὅτι «εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ Θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.» Τὸ οὖν ἀκρότατον τοῦ αἰσθητοῦ κόσμου τρίτον οἶμαι οὐρανὸν προειρη κέναι τὸν Παῦλον, τριχῆ μὲν τεμόντα πᾶν τὸ φαινόμε νον,