34
ἰδιάζουσαν ἐχούσης τινὰ τὴν πρὸς τὰς ἄλλας ἀλλοτριότητα, διὰ τοῦτό φημι ἄναρχον αὐτῷ καὶ ἀκέφαλον εἶναι τὸν λόγον, ἀπὸ οὐδενὸς ὁμολογουμένου κατὰ τὸ ἀκόλουθον τὴν βλασφημίαν κατα 1.1.229 σκευάζοντα. οὐ γὰρ ὅπως ἄν τις προσαχθείη τῇ τοιαύτῃ τοῦ δόγματος ὑπολήψει τὴν κατασκευὴν ἔχει, ἀλλ' ὥσπερ ἐπ' ὀνείρου διηγήσεως ψιλὴν καὶ ἀκατάσκευον ἐμπεριέχει τῆς ἀσεβείας τὴν ἔκθεσιν. τῆς γὰρ ἐκκλησίας δογματι ζούσης μὴ εἰς πλῆθος οὐσιῶν διασχίζειν τὴν πίστιν, ἀλλ' ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι μηδεμίαν τὴν κατὰ τὸ εἶναι διαφορὰν πιστεύειν, τῶν δὲ ἐναντίων ἐν αὐταῖς ταῖς οὐσίαις τὴν παραλλαγὴν καὶ τὴν ἀνομοιότητα τιθεμένων, οὗτος τὸ μηδενὶ λόγῳ μήτε δειχθὲν μήτε δειχθῆναι δυνά μενον ὡς προκατεσκευασμένον θαρσῶν ἀποφαίνεται, τάχα 1.1.230 οὐδέπω καὶ νῦν εἰς ἀκουόντων ὦτα λαλήσας. ἦ γὰρ ἂν ἐδιδάχθη παρὰ τῶν συνετῶς ἀκροωμένων ὅτι πᾶς λόγος, ἕως ἂν κατ' ἐξουσίαν ἀναπόδεικτος φέρηται, τὸ λεγόμενον γραῶν ὕθλος ἐστὶν οὐδεμίαν ἰσχὺν ἔχων πρὸς τὸ δεῖξαι δι' ἑαυτοῦ τὸ ζητούμενον, ὅταν μηδεμία συνηγορία μήτε ἐκ τῶν θείων φωνῶν μήτε ἐκ λογισμῶν ἀνθρωπίνων τοῖς λεγομένοις ἐπάγηται. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. 1.1.231 Ἡμεῖς δὲ τὰ εἰρημένα διασκεψώμεθα. 20ἁπλῆν εἶναι καὶ πάντη μίαν20 φησὶ 20τούτων ἑκάστην τῶν οὐ σιῶν20, ἃς τῷ λόγῳ ἀνετυπώσατο. ἀλλὰ τὸ μὲν ἁπλῆν εἶναι τὴν θείαν τε καὶ μακαρίαν καὶ πάντα νοῦν ὑπεραίρουσαν φύσιν οὐδὲ τοὺς ἄγαν κτηνώδεις καὶ ταπεινοὺς τὴν διάνοιαν ἀντιλέγειν οἰόμεθα. τὴν γὰρ ἀειδῆ τε καὶ ἀσχημάτιστον πηλικότητός τε πάσης καὶ τῆς ἐν τῷ μεγέθει ποσότητος κεχωρισμένην πῶς ἄν τις πολυειδῆ καὶ σύνθετον ὑπολάβοι; 1.1.232 ὅτι δὲ οὐ συμβαίνει τῷ παρ' αὐτῶν κατασκευαζομένῳ δόγ ματι τὸ ἁπλῆν εἶναι τὴν ὑπερκειμένην οὐσίαν οἴεσθαι, κἂν τῷ λόγῳ χαριεντίζωνται, φανερὸν ἔσται τῷ καὶ μικρὸν ἐπι στήσαντι. τίς γὰρ οὐκ οἶδεν ὅτι κατὰ τὸν ἴδιον λόγον ἡ ἁπλότης ἐπὶ τῆς ἁγίας τριάδος τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἐπιδέχεται; περὶ ἣν γὰρ οὐκ ἔστι μίξιν τινὰ ποιοτήτων καὶ συνδρομὴν ἐννοῆσαι, ἀλλ' ἀμερῆ τινα καὶ ἀσύνθετον δύνα μιν καταλαμβάνει ἡ ἔννοια, πῶς ἄν τις καὶ κατὰ τίνα λόγον τὴν παρὰ τὸ πλέον καὶ τὸ ἔλαττον διαφορὰν καταμάθοι; 1.1.233 ἀνάγκη γὰρ πᾶσα τὸν παρηλλάχθαι ταῦτα διοριζόμενον ποιοτήτων τινῶν ἐμπτώσεις περὶ τὸ ὑποκείμενον ἐννοεῖν· ἤτοι γὰρ καθ' ὑπερβολὴν καὶ ἐλάττωσιν τὸ διάφορον ἐν τούτοις ἐπινοεῖ καὶ διὰ τούτου τὴν τῆς πηλικότητος ἔννοιαν ἐπεισάγει τῷ ζητουμένῳ, ἢ κατὰ τὸ ἀγαθὸν καὶ δυνατὸν καὶ σοφὸν καὶ εἴ τι ἄλλο περὶ τὸ θεῖον εὐσεβῶς νοεῖται πλεονάζειν ἢ ὑποβεβηκέναι κατασκευάζει· καὶ οὕτω τὸν τῆς 1.1.234 συνθέσεως λόγον οὐ διαφεύξεται. οὐδὲν γὰρ ἐλλιπῶς κατὰ σοφίαν ἢ δύναμιν ἢ κατ' ἄλλο τι τῶν ἀγαθῶν ἔχει ᾧ μὴ ἐπίκτητόν ἐστι τὸ ἀγαθόν, ἀλλ' αὐτὸ καθό ἐστι τοιοῦτον πέφυκεν· ὥστε ὁ λέγων ἐλάττους τε καὶ μείζους ἐν τῇ θείᾳ φύσει καταλαμβάνειν τὰς οὐσίας λέληθεν ἑαυτὸν σύν θετον ἐξ ἀνομοίων κατασκευάζων τὸ θεῖον, ὡς ἄλλο μέν τι νοεῖν εἶναι τὸ ὑποκείμενον, ἕτερον δὲ πάλιν τὸ μετεχό μενον, οὗ κατὰ μετουσίαν ἐν τῷ ἀγαθῷ γίνεσθαι τὸ μὴ 1.1.235 τοιοῦτον ὄν. εἰ δὲ ἀληθῶς 20ἁπλῆν καὶ πάντη μίαν20 ἐνενόει τὴν οὐσίαν, αὐτὸ ὅπερ ἐστὶν ἀγαθὸν οὖσαν, οὐ γινο μένην ἐξ ἐπικτήσεως, οὐκ ἂν τὸ μεῖζον καὶ τὸ ἔλαττον περὶ αὐτὴν ἐλογίζετο. εἴρητο γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν, ὅτι μόνῃ τῇ τοῦ κακοῦ παρουσίᾳ τὰ ἀγαθὰ κατασμικρύ 1.1.236 νεται. ἐφ' ὧν δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, ὅρος οὐκ ἐπινοεῖται τῆς ἀγαθότητος· τὸ δὲ ἀόριστον οὐ τῇ πρὸς ἕτερον σχέσει τοιοῦτόν ἐστιν, ἀλλ' αὐτὸ καθ' ἑαυτὸ νοούμενον ἐκφεύγει τὸν ὅρον. ἄπειρον δὲ ἀπείρου πλέον καὶ ἔλαττον λέγειν οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθή 1.1.237 σεται. ὥστε εἰ 20ἁπλῆν20 ὁμολογεῖ τὴν ὑπερκειμένην οὐσίαν καὶ οἰκείως ἔχειν αὐτὴν πρὸς ἑαυτήν, συντιθέσθω τῇ κατὰ τὸ ἁπλοῦν καὶ ἄπειρον κοινωνίᾳ συναπτομένην. εἰ δὲ διΐ στησι καὶ ἀποξενοῖ τὰς οὐσίας ἀπ' ἀλλήλων, ἄλλην τοῦ μονογενοῦς παρὰ τὸν πατέρα, ἑτέραν δὲ τοῦ πνεύμα τος παρὰ τὴν τοῦ μονογενοῦς ἐννοῶν, καὶ τὸ πλέον