48
λόγος, ἔπειτα προσβῶμεν τῷ διὰ μέσου διαστήματι ὅπερ ἡ ματαία τῶν ταῦτα δογματιζόντων οἴησις ὑποτίθεται τῶν μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς εἶναί τι λογιζομένων, ἐὰν εἰς τὸ ἄκρον ἐκεῖνο σημεῖον φθάσωμεν, ᾧ τὸ διάστημα τὸ μεταξὺ περιγράφουσιν, ἐκεῖ καὶ τοῦ θεοῦ τῶν ὅλων ἱσταμένην ἐπὶ τὸ ἄνω τὴν ζωὴν εὑρίσκομεν, ὡς ἐξ ἀνάγκης κατασκευάζεσθαι τὸ πρὸ ἐκείνου μηδὲ τὸν ἀεὶ ὄντα θεὸν πιστεύειν εἶναι. 1.1.351 Εἰ δὲ ἀμφιβάλλεις ἔτι, πάλιν τὸν λόγον δι' ὑποδειγμά των κατανοήσωμεν. ὥσπερ γὰρ ἐπὶ δύο κανόνων, ὅταν ὁ μὲν ἐλάττων ὁ δὲ ὑπερέχων ᾖ, τὰς βάσεις ἀμφοτέρων ἰσώ σαντες ἐν ταῖς κορυφαῖς τὸ πλεονάζον ἐπιγινώσκομεν (παρα θέντες γὰρ τὸ τοῦ ἐλάττονος πέρας ἀπ' ἐκείνου τὸ περισσὸν τοῦ ὑπερέχοντος ἔγνωμεν, καὶ ὅσον ἐνδεῖ τῷ βραχυτέρῳ, διά τινος μέτρου τὸ λεῖπον πρὸς τὸ πέρας τοῦ μείζονος παρισώσαντες εὕρομεν, εἴτε πῆχυς εἴτε ὁποσονοῦν ἐστιν, 1.1.352 ὅσον τοῦ ἐλάττονος τὸ μεῖζον ἀφέστηκεν) οὕτως εἴ τίς ἐστι κατὰ τὸν τῶν ὑπεναντίων λόγον τῆς τοῦ πατρὸς ζωῆς ὡς πρὸς τὴν ζωὴν τοῦ υἱοῦ πλεονασμός, ἔν τινι ῥητῷ διαστή ματι πάντως ἐστί, τοῦτο δὲ οὐκ εἰς τὸ ἐφεξῆς περισσεύειν ἀναγκαίως συνθήσονται. ἀθάνατον γὰρ ὁμοίως ἑκάτερον εἶναι καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ὁμολογοῦσιν, ἀλλ' εἰς τὸ ἄνω τὴν διαφορὰν ταύτην ἐπινοοῦσιν, οὐκ ἰσοῦντες πρὸς τὸν πατέρα τοῦ υἱοῦ τὴν ζωήν, ἀλλ' ὑπερεκτείνοντες τὴν περὶ 1.1.353 τοῦ πατρὸς ἔννοιαν τῷ τῆς ζωῆς διαστήματι. ἐπεὶ οὖν πᾶν διάστημα διπλοῖς πέρασι περιγράφεται πάντως, ἀνάγκη πᾶσα καὶ τοῦ ἐπινοηθέντος παρ' αὐτῶν διαστήματος τὰ δύο σημεῖα τὰ γνωριστικὰ τῶν περάτων καταληφθῆναι. ὥσπερ οὖν τὸ ἓν μέρος κατ' αὐτοὺς ἀπὸ τῆς γεννήσεως τοῦ μονο γενοῦς τὴν ἀρχὴν ἔχει, οὕτω καὶ τὸ ἕτερον ἄκρον ἑτέρῳ τινὶ πέρατι πάντως συναπολήξει, ᾧ συναπαρτιζόμενον τὸ διάστημα ἑαυτὸ περιγράφει. τί οὖν ἐστι τοῦτο τὸ πέρας, αὐτοὶ εἰπάτωσαν, εἴπερ τοῖς ἰδίοις λόγοις ἀκολουθεῖν οὐκ αἰσχύνονται. 1.1.354 Ἀλλ' οὐδεμίαν ἀμφιβολίαν ὁ λόγος ἔχει, ὅτι οὐδὲν εὑρήσουσι τὸ ἕτερον πέρας ἐπὶ τὸ ἕτερον μέρος τοῦ ἀνα πλασθέντος παρ' αὐτῶν διαστήματος, εἰ μή τινα πάντως ἀρχὴν ὑποθοῖντο τῆς τοῦ ἀγεννήτου <ζωῆς> ἀφ' ἧς τὸ μέσον ὡς πρὸς τὴν τοῦ υἱοῦ γέννησιν τῷ λόγῳ διαλαμβά 1.1.355 νουσι. τοῦτο οὖν ἐστιν ὃ λέγομεν, ὅτι ὁ μεταγενέστερον τὸν υἱὸν ἔν τινι διαστηματικῇ παρατάσει τῆς τοῦ πατρὸς ζωῆς λέγων ὡρισμένην δώσει καὶ τῷ πατρὶ τὴν ἀρχὴν τῆς ὑπάρξεως, τῷ ἐπινοηθέντι κατὰ τὸ μέσον διαστήματι συμ περιγραφομένην· καὶ οὕτως αὐτοῖς εὑρεθήσεται ἡ πολυ θρύλλητος τοῦ πατρὸς "1ἀγεννησία"2 διὰ τῆς τοιαύτης κατα σκευῆς ὑπ' αὐτῶν τῶν προμάχων τῆς "1ἀγεννησίας"2 ἐκ κλεπτομένη, ὡς τὸν ἀγέννητον θεὸν μὴ ἀεὶ εἶναι λέγειν, ἀλλ' ἀπό τινος ὡρισμένης ἀρχῆς τοῦ εἶναι τὴν ἀρχὴν 1.1.356 ἐσχηκέναι κατασκευάζειν. ὁ γὰρ ἀρχὴν τοῦ εἶναι ἔχων ἄναρχος οὐκ ἔστιν. εἰ δὲ παντὶ τρόπῳ τὸ ἄναρχον τοῦ πατρὸς ὁμολογεῖσθαι προσήκει, μηδὲ τῆς τοῦ υἱοῦ ζωῆς ὡρισμένον τι πολυπραγμονείσθω σημεῖον, ἀφ' οὗ τοῦ εἶναι ἀρξάμενος τῆς εἰς τὸ ἐπέκεινα τοῦ σημείου ζωῆς ἀποτέ μνεται· ἀλλ' ἀρκεῖ κατὰ μόνον τὸν τῆς αἰτίας λόγον προ επινοεῖν τοῦ υἱοῦ τὸν πατέρα, καὶ μὴ κεχωρισμένην καὶ ἰδιάζουσάν ποτε τοῦ πατρὸς τὴν ζωὴν πρὸ τῆς τοῦ υἱοῦ γεννήσεως, ἵνα μὴ συνεισέλθῃ τῇ ὑπολήψει ταύτῃ διαστη ματικόν τι νόημα πρὸ τῆς τοῦ υἱοῦ ἀναδείξεως τῇ ζωῇ τοῦ γεγεννηκότος παραμετρούμενον, ᾧ κατ' ἀνάγκην ἀκολου θήσει τὸ καὶ τοῦ πατρὸς ἀρχήν τινα τῆς ζωῆς ὑποθέσθαι, καθ' ἣν τὸ ἀναπλασθὲν πρὸ τοῦ υἱοῦ διάστημα προϊὸν ἐπὶ τὸ ἄνω στήσεται, συμπεριγράφον αὑτῷ τῆς προεπινοη 1.1.357 θείσης τοῦ πατρὸς ζωῆς τὴν ἀρχήν. ἀλλὰ <δεῖ> τὸ "1ἐξ αὐτοῦ"2 ὁμολογοῦντας, κἂν τολμηρόν τι φαίνηται, καὶ τὸ "1σὺν αὐτῷ"2 μὴ ἀρνεῖσθαι, ὑπὸ τῆς ἐν ταῖς ὑποθήκαις 1.1.358 γραφῆς πρὸς τὴν ἔννοιαν ταύτην ὁδηγουμένους· ἀπαύγασμα γὰρ ἀϊδίου φωτὸς παρὰ τῆς σοφίας ἀκούσαντες συνεπιθεω ροῦμεν τῇ ἀϊδιότητι τοῦ πρωτοτύπου φωτὸς τὸ ἀπαύγασμα, καὶ τὸ αἴτιον τοῦ ἀπαυγάσματος ἐννοοῦντες καὶ τὸ 20πρε σβύτερον20 οὐ δεχόμενοι·