69
αἰτίας παροξυνθεὶς ὁ τὴν γνώμην ἐστηριγμένος καὶ τοῖς λογισμοῖς ὑγιαίνων φησί; τίνος μάλιστα καταγνοὺς τῶν εἰρημένων; ὅτι τὴν ἔννοιαν δέχεται τοῦ ἀγεννήτου, τὴν δὲ φωνὴν ὡς κακῶς ἐκληφθεῖσαν παρὰ τῶν διαστρεφόντων 1.1.539 σιωπῆς ἀξίαν φησί; τί γάρ; μὴ ἐν ῥήμασι καὶ προφορᾷ τὸ ἀσφαλὲς κινδυνεύει τῆς πίστεως, τῆς δὲ κατὰ τὴν διά νοιαν ἀκριβείας λόγος οὐδείς; ἢ οὐχὶ προηγουμένως τῇ καρδίᾳ καθαρεύειν ἀπὸ τῶν πονηρῶν ἐννοημάτων ὁ τῆς ἀληθείας παρακελεύεται λόγος, ῥήμασι δὲ κεχρῆσθαι πρὸς δήλωσιν τῶν τῆς ψυχῆς κινημάτων, δι' ὧν ἂν ᾖ δυνατὸν ἐνδείξασθαι τοῦ νοῦ τὸ ἀπόρρητον, οὐδὲν περὶ τὸν τοιόνδε 1.1.540 τῆς φωνῆς ἦχον μικρολογούμενον; οὐ γὰρ τὸ οὕτως ἢ ὡς ἑτέρως εἰπεῖν αἴτιον τῆς ἐν ἡμῖν διανοίας καθίσταται, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας νόημα τῶν τοιῶνδε λόγων τὴν αἰτίαν ἐνδίδωσιν· Ἐκ γὰρ τοῦ περισσεύματος, φησί, τῆς καρδίας τὸ στόμα λαλεῖ. καὶ τῶν νοηθέντων ἑρμηνέα τὸν λόγον ποιούμεθα, οὐ τὸ ἔμπαλιν τὴν διάνοιαν ἀφ' ὧν λέ γομεν συναγείρομεν· κἂν μὲν ἀμφότερα συμβαίνῃ, καὶ νοεῖν δεξιῶς καὶ ἑρμηνεύειν, ἄρτιος δι' ἑκατέρων ὁ ἄνθρωπος, εἰ δὲ τὸ ἕτερον λίποι, ὀλίγη τῷ ἰδιώτῃ κατὰ τὸν λόγον ἐστὶν ἡ ζημία, τῆς κατὰ ψυχὴν γνώσεως πρὸς τὸ ἀγαθὸν 1.1.541 κατηρτισμένης. Ὁ λαός, φησίν, οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ, τί τούτῳ σημαίνων; ὅτι προτιμοτέρα παρὰ θεῷ κριτῇ τῷ τῶν ἀλα λήτων στεναγμῶν ἐπαΐοντι ἡ τῆς ψυχῆς πρὸς τὴν ἀλήθειαν 1.1.542 σχέσις τῆς ἐν ῥήμασιν εὐπρεπείας τοῦ λόγου. τούτοις μὲν γὰρ ἔστι καὶ πρὸς τὸ ἐναντίον συγχρήσασθαι, κατὰ τὴν ἐξουσίαν τοῦ φθεγγομένου πρὸς τὸ δοκοῦν εὐκόλως ὑπη ρετούσης τῆς γλώττης· ἡ δὲ τῆς ψυχῆς διάθεσις, ὅπως ἂν ἔχουσα τύχῃ, οὕτως ὁρᾶται τῷ εἰς τὰ κρύφια βλέποντι. 1.1.543 Τίνος οὖν χάριν 20ἀνώμαλος καὶ προπετὴς οὐχ ἧττον ἢ πονηρὸς ὁ τὸ20 μὲν εὐσεβῶς νοούμενον ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς καὶ ὁμολογῶν καὶ δεχόμενος, τὸ δὲ ὅσον συντελεῖ πρὸς ἀσέβειαν τοῖς <εἰς> τὰ δόγματα παρα νομοῦσι, τοῦτο σιωπᾶσθαι κελεύων; εἰ μὲν γὰρ ἔλεγεν μὴ 1.1.544 δεῖν ἀγέννητον νοεῖν τὸν θεόν, εἶχεν ἂν ἴσως καιρὸν ταύταις καὶ ἔτι τούτων χαλεπωτέραις κατ' αὐτοῦ κεχρῆσθαι ταῖς λοιδορίαις. εἰ δὲ τοῦτο μὲν ὁμολογεῖ κατὰ τὴν κοινὴν τῶν εὐσεβούντων ὑπόληψιν, οἱονεὶ δὲ γνώμην δίδωσι διδα σκαλικῇ διαθέσει πρέπουσαν ὅτι Ἀπέχου τῆς φωνῆς ταύ της, εἰς ἣν ἐντεῦθεν ἡ τῆς καταστροφῆς ὑπόθεσις τὴν ἀρχὴν ἔχει, τὴν δὲ ἔννοιαν ἔχειν περὶ τοῦ ἀγέννητον εἶναι τὸν θεὸν καὶ δι' ἑτέρων ὀνομάτων κελεύει, οὐδὲν διὰ 1.1.545 ταῦτα τῶν λοιδοριῶν τούτων ἄξιος. ἢ οὐχὶ καὶ παρὰ τῆς ἀληθείας ταῦτα ποιεῖν ἐδιδάχθημεν μηδὲ τῶν σφόδρα τιμίων ἀντέχεσθαι, ἐάν τι τούτων εἰς κακὸν συντελῇ; ὀφθαλμὸν δεξιὸν καὶ πόδα καὶ χεῖρα ὡσαύτως ἀποτέμνειν κελεύων, ὅταν σκανδαλίζῃ τι τούτων, τί ἄλλο διὰ τοῦ αἰνίγματος τούτου ποιεῖν ὑποτίθεται ἢ οὐχὶ καὶ τὰ δο κοῦντα καλῶς ἔχειν, εἰ πρός τι κακὸν ἐξ ἀβουλίας τῶν χρωμένων ἀπάγει τὸν ἄνθρωπον, ἀργὰ καὶ ἄπρακτα ποιεῖ εἶναι, ὡς λυσιτελέστερον ὂν τῶν πρὸς ἁμαρτίαν χειραγωγούν των ἀκρωτηριασθέντα σωθῆναι ἢ τούτων περιεχόμενον δι' 1.1.546 αὐτῶν ἀπολέσθαι. τί δὲ ὁ μιμητὴς τοῦ Χριστοῦ Παῦλος; καὶ αὐτὸς ἐν τῷ βάθει τῆς σοφίας τὰ αὐτὰ δογματίζει. ὁ γὰρ πάντα καλὰ προσειπὼν καὶ μηδὲν ἀπόβλητον, εἰ μετ' εὐχαριστίας μεταλαμβάνεται, ἔστιν ὅτε διὰ τὴν συνείδησιν τοῦ ἀσθενοῦντος ἀθετεῖ τινα πάλιν, ἐξ ὧν ἀπεδέξατο, καὶ παραιτεῖσθαι κελεύει. εἰ γὰρ διὰ βρῶμα, φησίν, ὁ ἀδελφός 1.1.547 μου λυπεῖται, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. τοῦτο τοίνυν καὶ ὁ μιμητὴς Παύλου ποιεῖ, ὃς τῇ πονηρᾷ τῆς αἱρέσεως χρήσει διὰ τῆς τοῦ ἀγεννήτου λέξεως ἰσχυροποι ουμένην ἰδὼν τὴν ἀπάτην τῶν διὰ τοῦ ῥήματος τούτου τὸ ἀνόμοιον δογματιζόντων συνεβούλευε τὴν μὲν εὐσεβῆ περὶ τοῦ ἀγεννήτου διάνοιαν ταῖς ψυχαῖς διασῴζειν, τὴν δὲ λέξιν ὡς ἁμαρτίας γενομένην τοῖς ἀπολλυμένοις ἐφόδιον μὴ λίαν σπουδάζεσθαι· τὴν γὰρ τοῦ πατρὸς προσηγορίαν κατά τι σημαινόμενον καὶ τὴν τοῦ ἀγεννήτου σημασίαν ἡμῖν ἱκανῶς 1.1.548