72
οἰκείων ὀνόματα, ἀλλὰ κἂν ὕβρεως γράψαιό τινα τὸν χλευαστικῶς εἰς σὲ διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς δια παίζοντα, θεοῦ δὲ καταπαίζων οὐ φρίττεις καὶ διαγελῶν 1.1.566 τὰ δόγματα τῶν μυστηρίων ἀκινδύνως γελᾷς; ὡς γὰρ ὁ σὸς πατὴρ καὶ τὴν πρὸς σὲ δείκνυσιν οἰκειότητα καὶ τὸ ἄνθρωπος εἶναι οὐδὲν διὰ τούτου κωλύεται, καὶ οὐκ ἄν τις τῶν σωφρονούντων ἀντὶ τοῦ πατέρα σου προσειπεῖν τὸν γεν νήσαντα, ὁ δὲ τοῦ ἀνθρώπου τὸν ὁρισμὸν ἀποδοίη, ἢ πάλιν περὶ τοῦ γένους ἐρωτηθεὶς καὶ ὁμολογήσας τὸ εἶναι ἄν θρωπον, κωλύεσθαι λέγοι διὰ τῆς ὁμολογίας ταύτης τὸ καὶ 1.1.567 σὸν αὐτὸν εἶναι πατέρα, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ὁ μὲν εὐσεβὴς καὶ τὸ ἀγεννήτως αὐτὸν εἶναι σημαίνεσθαι διὰ τῆς προσηγορίας τοῦ πατρὸς οὐκ ἀρνήσεται, καὶ τὴν πρὸς τὸν υἱὸν οἰκειότητα καθ' ἕτερον ἐνδείκνυσθαι σημαι νόμενον· ὁ δὲ καταγελῶν τῆς ἀληθείας οὐκέτι τὸ γεγεννη κέναι τὸν υἱὸν τὴν τοῦ πατρὸς προσηγορίαν λέγει σημαίνειν, ἐὰν καὶ τὸ ἀγέννητον αὐτὸν εἶναι διὰ τῆς αὐτῆς φωνῆς διδασκώμεθα. 1.1.568 Ἔτι δὲ καὶ τοῦτο πρὸς ἔλεγχον τῆς τῶν ῥηθέντων ἀτοπίας συμπαραλάβωμεν, ὅπερ οὐδένα φημὶ οὐδὲ τῶν κο μιδῇ νηπίων ὑπὸ γραμματιστῇ καὶ παιδαγωγῷ πρὸς τὴν ὀνοματικὴν τεχνολογίαν ἐναγόμενον ἀγνοεῖν. τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν ὀνομάτων τὰ μὲν ἀπόλυτά τε καὶ ἄσχετα, 1.1.569 τὰ δὲ πρός τινα σχέσιν ὠνομασμένα ἐστίν; αὐτῶν δὲ τού των πάλιν ἔστιν ἃ κατὰ τὴν τῶν χρωμένων βούλησιν ἐπιρ ρεπῶς πρὸς ἑκάτερον ἔχει, ἃ ἐφ' ἑαυτῶν μὲν λεγόμενα τὴν ἁπλῆν ἐνδείκνυται δύναμιν, μετατιθέμενα δὲ πολλάκις τῶν πρός τι γίνεται. καὶ ἵνα μὴ τοῖς πόρρω τῶν προκειμένων ὑποδείγμασι χρώμενος ἐπιμηκύνω τὸν λόγον, ἐξ αὐτῶν τῶν 1.1.570 δογμάτων ὃ λέγω σαφηνισθήσεται. ὁ θεὸς καὶ πατὴρ καὶ βασιλεὺς λέγεται καὶ μυρίοις ὀνόμασιν ἄλλοις παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται. ἔστι τοίνυν ἐκ τῶν ὀνομάτων τούτων τὸ μὲν ἁπλῶς οὕτως ἐφ' ἑαυτοῦ μεμνημένον ἀπο λύτως εἰπεῖν οἷον ἄφθαρτος αἰώνιος ἀθάνατος καὶ εἴ τι ἄλλο τοιοῦτον· ταῦτα γάρ, κἂν μηδὲν ἕτερον συνυπακούηται νόημα, ἀπηρτισμένην τινὰ περὶ θεοῦ τὴν διάνοιαν ἐν ἑαυ 1.1.571 τοῖς περιγράφει. ἕτερα δὲ τῶν ὀνομάτων τὸ πρός τι χρή σιμον ἀποσημαίνει μόνον ὡς βοηθὸς καὶ ὑπερασπιστὴς καὶ ἀντιλήπτωρ καὶ ὅσα τῆς τοιαύτης σημασίας εὑρίσκεται, ὧν ἐὰν ὑφέλῃς τὸ τῆς βοηθείας δεόμενον, ἤργησεν ἡ ἐμφαι νομένη τῷ ὀνόματι δύναμις. ἔστι δέ τινα, καθὼς προεί ρηται, καὶ ἐφ' ἑαυτῶν καὶ μετὰ τῶν πρός τι λεγόμενα οἷον τὸ θεὸς καὶ τὸ ἀγαθὸς καὶ ὅσα τοιαῦτα. οὐ γὰρ μέχρι 1.1.572 παντὸς ἐν τῷ ἀπολύτῳ τούτων διαμένει ἡ ἔννοια. ὁ γὰρ καθόλου θεὸς ἴδιος τοῦ ἐπικαλουμένου πολλάκις γίνεται, καθὼς ἔστι τῶν ἁγίων ἀκούειν ἰδιοποιουμένων τὴν ἀδέσποτον φύσιν. Ἅγιος κύριος ὁ θεός, ἕως τούτου τὸ ἄσχετον. ἀλλ' ὁ προσθεὶς τὸ ἡμῶν, οὐκέτι ἔδωκεν ἐφ' ἑαυτοῦ νοεῖσθαι τὸ ὄνομα, τῇ πρὸς ἑαυτὸν σχέσει τὸ σημαινόμενον οἰκειώσας. πάλιν Ἀββᾶ ὁ πατήρ, τὸ πνεῦμα βοᾷ· αὕτη ἐστὶν ἡ τῆς 1.1.573 μερικῆς σχέσεως ἀπολελυμένη φωνή. ἀλλὰ καὶ πατέρα ἡμῶν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς καλεῖν προσετά χθημεν· αὕτη πάλιν ἡ σχετικὴ σημασία. ὥσπερ τοίνυν τὸν καθόλου θεὸν ἑαυτοῦ τις ποιησάμενος οὐδὲν τὴν ἐπὶ πάντων ἀξίαν ἠμαύρωσεν, οὕτως οὐδέν ἐστι κώλυμα τὸν πατέρα [καὶ] τὸν ἐξ αὑτοῦ τὸν πάσης κτίσεως πρωτότοκον ἀναδείξαντα ὁμοῦ τὸ γεγεννηκέναι τὸν υἱὸν διὰ τῆς τοῦ πατρὸς προσηγορίας σημαίνειν καὶ τὸ μὴ ἐξ αἰτίας ὑπερ 1.1.574 κειμένης εἶναι διὰ τῆς αὐτῆς ἑρμηνεύειν φωνῆς. ὁ γὰρ τὸν πρῶτον πατέρα εἰπὼν τὸν τοῦ παντὸς προεπινοούμενον ἐνεδείξατο, οὗ τὸ ἐπέκεινα [οὗτος ἐκεῖνός] <οὐκ> ἔστιν ... οὐκ ἔχων ὅ τι πρὸ ἑαυτοῦ ἴδῃ οὐδὲ εἰς ὅ τι πέρας μεθ' ἑαυτὸν καταλήξῃ, ἀλλὰ πανταχόθεν ἐπίσης ἀεὶ ὢν καὶ τέλους ὅρον καὶ ἀρχῆς ἔννοιαν τῇ ἀπειρίᾳ τῆς ζωῆς διαβαίνων πάσῃ προσηγορίᾳ συνυπακουόμενον ἔχει καὶ τὸ ἀΐδιον. 1.1.575 Ἀλλ' οὐ δέχεται τὸν ἰδιωτισμὸν τοῦτον ὁ πολὺς ἐν ταῖς τῶν ἀλήπτων θεωρίαις Εὐνόμιος οὐδὲ διπλοῦν ἐπὶ τοῦ πατρὸς εἶναι τὸ σημαινόμενον τίθεται, ἓν μὲν τὸ ἐξ ἐκείνου τὰ πάντα καὶ πρὸ πάντων τὸν υἱὸν <τὸν> μονογενῆ, δι' οὗ τὰ πάντα, σημαίνεσθαι,