113
ναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ θεοῦ κρινομένη τὸ μηδέν ἐστι καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα ὡς οὐδὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν, οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα λόγον κρινόμενός ἐστιν οὐδέν. 2.1.236 οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατε σκευάσθη φύσει, οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ' ὥς φησί που ὁ διδάσκαλος τῷ ψόφῳ τῆς γλώσσης συνα φανίζεται, οὔτε τι ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει· ὁ δὲ ἐκ τοῦ θεοῦ λόγος θεός ἐστι, λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι' οὗ τὰ πάντα ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, ζωὴ καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ φῶς καὶ πᾶν ἀγαθὸν ὢν καὶ πάντα τὰ ἐν τῷ εἶναι 2.1.237 διακρατῶν. τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ λόγου τοῦ περὶ τὸν θεὸν νοουμένου οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥή μασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον ὥς τι μέγα χαρίζεται τῷ θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν οἰκία καὶ βάθρον καὶ ῥομφαία καὶ ἄροτρον καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος, ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα, οὕτως καὶ ἡ τοῦ λόγου δύναμις ἔργον μέν ἐστι τοῦ τοιαύτην ἡμῶν πε ποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ' ἕκαστον ῥημάτων εὕρεσις πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας 2.1.238 παρ' ἡμῶν αὐτῶν ἐπενοήθη. τεκμήριον δὲ ὅτι πολλὰ τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νενό μισται, ὧν οὐκ ἄν τις τῶν νοῦν ἐχόντων εὑρετὴν τὸν θεὸν ὑπολάβοι· ὥστε κἂν ἐκ προσώπου τοῦ θεοῦ λέγηταί τινα παρὰ τῆς θείας γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνω στέον ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν δια λέγεται, καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμά θομεν ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγεννήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαΐων τῶν λόγων. 2.1.239 Καὶ ὅτι ἀληθῆ ταῦτα, μᾶλλον ἄν τις μάθοι φιλοπονώ τερον τὴν Λεϋιτικὴν νομοθεσίαν κατεξετάζων. τηγάνου γὰρ ἐκεῖ καὶ λαγάνου καὶ σεμιδάλεως καὶ τοιούτων μέμνηται ὀνομάτων ἐν ταῖς μυστικαῖς ἱερουργίαις συμβολικῶς καὶ δι' αἰνίγματος ψυχωφελῆ τινα δόγματα ὑφηγούμενος, καὶ μέτρα τινὰ κατονομάζει κατὰ τὴν τότε συνήθειαν ὕφι τι λέγων 2.1.240 καὶ νέβελ καὶ ἲν καὶ πολλὰ τοιαῦτα· ἆρα ποιήσας τὰς προσηγορίας ταύτας καὶ ὀνομάσας, ἢ τὴν ἀρχὴν οὕτω δια ταξάμενος γίνεσθαί τε καὶ λέγεσθαι, ὥστε τὸ μὲν τοιοῦτον σπέρμα σῖτον εἰπεῖν, τούτου δὲ τὴν ἐντεριώνην ὀνομάσαι σεμίδαλιν, καὶ τὰ ἐπιπόλαια καὶ ὑμενώδη καὶ διηπλωμένα τῶν πεμμάτων λάγανα προσειπεῖν καὶ τὸ τοιόνδε σκεῦος, ἐν ᾧ τὸ ὑγρὸν τοῦ φυράματος ἐξοπτᾶται καὶ ἐξικμάζεται, τή γανον ὀνομασθῆναι προστάξαι τοῦ τε ὑγροῦ τὴν τοσήνδε ποσότητα τῷ τοῦ ἲν ἢ τῷ τοῦ νέβελ ὀνόματι διαγορεύειν καὶ τοὺς ξηροτέρους καρποὺς διαμετρεῖσθαι τῷ γόμορ; 2.1.241 φλυαρία ταῦτα καὶ ματαιότης Ἰουδαϊκὴ πάμπολυ τῆς τῶν Χριστιανῶν μεγαλοφυΐας ἐκπεπτωκυῖα, τὸ οἴεσθαι τὸν μέγαν καὶ ὕψιστον καὶ ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα θεόν, τὸν μόνῃ τῇ τοῦ βουλήματος δυνάμει τὸ πᾶν διακρατοῦντα καὶ εἰς γένεσιν ἄγοντα καὶ ἐν τῷ εἶναι διατηροῦντα, τοῦτον ὥς τινα γραμματιστὴν τὰς τοιάσδε τῶν ὀνομάτων θέσεις δια 2.1.242 λεπτουργοῦντα καθῆσθαι. ἀλλ' ὥσπερ τοῖς κωφοῖς διασχη ματιζόμενοι καὶ χειρονομοῦντες τὸ πρακτέον ὑποσημαίνομεν, οὐχὶ τῷ μὴ ἔχειν ἰδίαν αὐτοὶ φωνὴν ὅταν τοῦτο ποιῶμεν, ἀλλὰ τῷ παντάπασιν ἄχρηστον εἶναι τοῖς οὐκ ἀκούουσι τὴν διὰ τῶν ῥημάτων ὑφήγησιν, οὕτω καὶ τῆς ἀνθρωπίνης φύ σεως κωφευούσης τρόπον τινὰ καὶ οὐδενὸς τῶν ὑψηλῶν ἐπαϊούσης τὴν τοῦ θεοῦ χάριν φαμὲν πολυμερῶς καὶ πολυ τρόπως ἐν τοῖς προφήταις λαλοῦσαν, κατὰ τὸ ἡμῖν εὐσύν οπτόν τε καὶ σύνηθες