148
γὰρ κατὰ τὸν αὐτὸν εἱρμὸν τὴν ἀτοπίαν συμπλέκων· εἰ καθὸ κεχώρισται τῆς ὑλικῆς ἐπιμιξίας, ἄϋλος λέγεται, κατὰ τοῦτο οὐκ ἔσται ἀόργητος, καὶ εἰ διὰ τὸ μὴ προσίεσθαι τὴν ὀργήν ἐστιν ἀόργητος, οὐκ ἔστι δυνατὸν ἐπ' αὐτοῦ ὁμολογεῖσθαι τὸ ἄϋλον, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ἐν μὲν τῷ καθαρεύειν ὕλης ἄϋλος ὁμοῦ καὶ ὀργίλος ἀναδειχθήσεται, ἐν δὲ τῷ τὴν ὀργὴν μὴ προσίεσθαι ἀόργητός τε καὶ ὑλικὸς κατὰ ταὐτὸν εὑρεθήσεται. οὕτως καὶ ἐπὶ τῶν ἄλλων ποιήσει 2.1.518 πάντων. καὶ εἰ δοκεῖ, προθῶμεν ἑτέραν συζυγίαν ὀνομάτων τοιαύτην, τὸ ἄτρεπτον λέγω καὶ τὸ ἀσώματον. τῶν γὰρ δύο τούτων ὀνομάτων ἑκατέρου κατὰ τὴν ἰδιάζουσαν ἔμφασιν ἐπὶ τῆς θείας λεγομένων ζωῆς, ὁμοίως καὶ ἐπ' αὐτῶν ἡ τοῦ Εὐνομίου σοφία κατασκευάσει τὴν ἀτοπίαν. εἰ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχον τῇ φωνῇ τοῦ ἀτρέπτου σημαίνεται καὶ τὸ νοερὸν τῆς οὐσίας ἡ τοῦ ἀσωμάτου προσηγορία παρί στησιν, ἐρεῖ πάντως τὰ αὐτὰ καὶ ἐπὶ τούτων ὁ Εὐνόμιος, ὅτι ἀσύμβατά ἐστι καὶ ἀλλότρια καὶ ἀκοινωνήτως ἔχει πρὸς ἄλληλα τὰ τοῖς ὀνόμασιν ἐνθεωρούμενα τούτοις νοήματα. 2.1.519 ἐν μὲν γὰρ τῷ πάντοτε ὡσαύτως ἔχειν τὸ θεῖον μόνον ἄτρεπτον ἔσται καὶ οὐκ ἀσώματον, ἐν δὲ τῷ νοερῷ τε καὶ ἀειδεῖ τῆς οὐσίας τὸ μὲν ἀσώματον ἔχει, τοῦ δὲ ἀτρέπτου κεχώρισται· ὥστε συμβαίνειν ὅταν μὲν τὸ ἀναλλοίωτον ἐπὶ τῆς θείας θεωρῆται ζωῆς, μετὰ τοῦ ἀτρέπτου καὶ σῶμα αὐτὴν εἶναι κατασκευάζεσθαι, ὅταν δὲ τὸ νοερὸν ἐξετάζηται, ὁμοῦ τε ἀσώματον αὐτὴν εἶναι καὶ τρεπτὴν διορίζεσθαι. 2.1.520 ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον; ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀλογίαν ταύτην κατασκευαζομένην θεάσασθαι. καὶ γὰρ καὶ τὸ ἀληθινὸν καὶ τὸ δίκαιον ὁμοίως ἀλλήλοις κατὰ τὴν προλαβοῦσαν πλοκὴν μαχεσθήσεται· ἄλλο γὰρ τῆς ἀληθείας καὶ ἕτερον 2.1.521 τοῦ δικαίου τὸ σημαινόμενον. ὥστε εἰπεῖν ἂν ἐκ τοῦ ἀκο λούθου καὶ περὶ τούτων Εὐνόμιον τῷ μὲν δικαίῳ τὸ ἀληθὲς μὴ παρεῖναι, τῇ δὲ ἀληθείᾳ λείπειν τὸ δίκαιον, καὶ συμ βαίνειν ὅταν τὸ τῆς ἀδικίας ἀλλότριον ἐπὶ θεοῦ τις λογί ζηται, δίκαιόν τε καὶ ψευδὲς εἶναι τὸ θεῖον κατὰ ταὐτὸν ἀποφαίνεσθαι, ἐὰν δὲ τὴν πρὸς τὸ ψεῦδος αὐτοῦ ἀλλο τρίωσιν λογιζώμεθα, ἀληθὲς ἅμα καὶ ἄδικον κατασκευάζειν 2.1.522 τὸ θεῖον. οὕτως τὸ ἀόρατον, οὕτως τὸ ἀσχημάτιστον. ἐξέσται γὰρ διὰ τῶν * κατὰ τὴν ὁμοιότροπον τοῖς προ εκτεθεῖσι σοφίαν μήτε ἐν τῷ ἀσχηματίστῳ τὸ ἀόρατον εἶναι λέγειν μήτε ἐν τῷ ἀοράτῳ τὸ ἀσχημάτιστον, ἀλλὰ τῷ μὲν ἀοράτῳ συμπλέξει τὸ σχῆμα, ὁρατὸν δὲ διὰ τῆς ἀναστρο φῆς κατασκευάσει τὸ ἀσχημάτιστον, τὰ αὐτὰ ἐπὶ τούτων εἰπών, ἃ περὶ τοῦ ἀφθάρτου τε καὶ ἀνάρχου ἐτεχνολόγησεν, ὅτι ὅταν τὸ ἀσύνθετον τῆς θείας ζωῆς λογιζώμεθα, ἀσχη μάτιστον μὲν αὐτὴν ὁμολογοῦμεν, οὐ μὴν καὶ ἀόρατον, καὶ ὅταν τὸ μὴ δύνασθαι σωματικοῖς ὀφθαλμοῖς τὸν θεὸν ἰδεῖν ἐννοήσωμεν, τὸ ἀόρατον αὐτῷ συγχωρήσαντες τὸ ἔξω σχή 2.1.523 ματος εἶναι οὐ συνθησόμεθα. εἰ δὲ ταῦτα καταγέλαστα πᾶσιν ὁμοίως δοκεῖ καὶ ἀνόητα, πολὺ μᾶλλον ἐκείνων τὴν ἀτοπίαν ὁ νοῦν ἔχων καταψηφίσεται, ὅθεν ὁρμηθεὶς ὁ λόγος ἐπὶ ταῦτα δι' ἀκολούθου τὴν ἀτοπίαν προήγαγεν. Ἀλλ' ἐπιλαμβάνεται τῆς τοῦ διδασκάλου φωνῆς, ὡς οὐ δεόντως ἐν τῷ ἀτελευτήτῳ θεωρούσης τὸ ἄφθαρτον καὶ ἐν τῷ ἀφθάρτῳ νοούσης τὸ ἀτελεύτητον. οὐκοῦν τι παρα πλήσιον τῇ ἀγχινοίᾳ τοῦ Εὐνομίου καὶ ἡμεῖς γελοιάσωμεν. ἐξετάσωμεν γὰρ τὴν τοιαύτην αὐτοῦ γνώμην περὶ τῶν ὀνο 2.1.524 μάτων τούτων, ἥτις ἐστίν. ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ' εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ· εἰ δὲ ἄλλο φήσει τοῦ ἀφθάρτου εἶναι καὶ ἕτερον τοῦ ἀτελευτήτου τὸ σημαινόμενον, ἀνάγκη πᾶσα ἐπὶ τῶν ἀλλοτρίως ἐχόντων πρὸς ἄλληλα μὴ τὸ αὐτὸ εἶναι κατὰ τὴν δύναμιν 2.1.525 τῷ ἑτέρῳ τὸ ἕτερον. οὐκοῦν εἰ ἄλλη τοῦ ἀφθάρτου ἡ ἔν νοια καὶ τοῦ ἀτελευτήτου πάλιν ἑτέρα, καί ἐστι τούτων ἑκάτερον ὅπερ οὐκ ἔστι τὸ ἕτερον, οὔτε τὸ ἄφθαρτον ἀτε λεύτητον εἶναι δώσει οὔτε τὸ ἀτελεύτητον ἄφθαρτον, ἀλλὰ φθαρτὸν