155
τῆς κατανοήσεως κοινὴ πρόκειται πᾶσιν ἡ γνῶσις, οὐδεμίαν περὶ τὸ ὑποκείμενον ἀμφιβολίαν ἐμποιούσης 2.1.573 τῆς αἰσθητικῆς ἐπικρίσεως. τάς τε γὰρ τῶν χρωμάτων καὶ τῶν λοιπῶν ποιοτήτων διαφοράς, ὅσα δι' ἀκοῆς ἢ ὀσφρήσεως ἢ τῆς κατὰ τὴν ἁφὴν ἢ τὴν γεῦσιν αἰσθήσεως ἐπικρίνομεν, ὁμοφώνως πάντες οἱ τῆς αὐτῆς κοινωνοῦντες φύσεως γινώσκομέν τε καὶ ὀνομάζομεν, καὶ ὅσα τῶν λοιπῶν τὴν κατάληψιν ἐπιπολαιοτέραν ἔχειν δοκεῖ τῶν κατὰ τὸν βίον ἀναστρεφομένων πραγμάτων, ἃ πρός τε τὸν πολιτικὸν 2.1.574 καὶ τὸν ἠθικὸν τοῦ βίου σκοπὸν καταγίνεται. ἐν δὲ τῇ θεωρίᾳ τῆς νοερᾶς φύσεως διὰ τὸ ὑπερκεῖσθαι αὐτὴν τῆς αἰσθητικῆς καταλήψεως στοχαστικῶς τῆς διανοίας ἐπορε γομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν ἄλλοι ἄλλως κινού μεθά τε περὶ τὸ ζητούμενον καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν, ἐγγίζοντες ὡς ἔνι μάλιστα τῇ δυνάμει τῶν νοηθέντων διὰ τῆς τῶν ῥημάτων ἐμφάσεως. 2.1.575 ἐν δὲ τούτοις ἔστι μὲν πολλάκις καὶ δι' ἀμφοτέρων κατορ θωθῆναι τὸ σπουδαζόμενον, τῆς τε διανοίας οὐχ ἁμαρτούσης τοῦ ζητουμένου καὶ τῆς φωνῆς εὐθυβόλως τὸ νοηθὲν διὰ τῆς προσφυοῦς ἑρμηνείας ἐξαγγελλούσης· ἔστι δὲ τυχὸν καὶ ἀμφοτέρων ἢ τοῦ ἑτέρου γε τούτων ἀποτυχεῖν, ἢ τῆς καταληπτικῆς διανοίας ἢ τῆς ἑρμηνευτικῆς δυνάμεως τοῦ 2.1.576 προσήκοντος παρενεχθείσης. δύο τοίνυν ὄντων δι' ὧν ἅπας εὐθύνεται λόγος, τῆς τε κατὰ τὸν νοῦν ἀσφαλείας καὶ τῆς ἐν ῥήμασι προφορᾶς, κρεῖττον μὲν ἂν εἴη τὸ δι' ἀμφοτέρων εὐδόκιμον, οὐχ ἧττον δὲ ἀγαθὸν τῆς προσηκούσης μὴ διαμαρτεῖν ὑπολήψεως, κἂν ὁ λόγος ἐλάττων τῆς διανοίας τύχῃ. ὅταν τοίνυν περὶ τῶν ὑψηλῶν καὶ ἀθεάτων ἡ διά νοια τὴν σπουδὴν ἔχῃ, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις (λέγω δὲ περὶ τῆς θείας καὶ ἀφράστου φύσεως, ἐν οἷς τολμηρὸν μὲν καὶ τὸ προχείρως τι τῇ διανοίᾳ λαβεῖν, τολμηρότερον δὲ τὸ ταῖς ἐπιτυχούσαις ἐπιτρέπειν φωναῖς τὴν τῆς ἐγγι νομένης ἡμῖν ὑπολήψεως ἑρμηνείαν) τότε χαίρειν ἐάσαντες τὸν ἐν τοῖς ῥήμασιν ἦχον, οὕτως ἢ ἑτέρως κατὰ τὴν δύ ναμιν τῶν φθεγγομένων ἐξαγγελλόμενον, μόνην ἐξετάζομεν τὴν διάνοιαν τὴν ἐμφαινομένην τοῖς ῥήμασιν, εἴτε ὑγιῶς εἴτε ἄλλως ἔχει, τὰς ῥηματικὰς ταύτας ἢ ὀνοματικὰς ἀκρι 2.1.577 βολογίας γραμματιστῶν τέχναις παραχωρήσαντες. ἐπειδὴ τοίνυν μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνοματικῆς σημειού μεθα κλήσεως, τὰ δὲ ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισι προσηγορίαις διαλαμβάνειν οὐχ οἷόν τε (πῶς γὰρ ἄν τις τὸ ἀγνοούμενον σημειώσαιτο;) διὰ τοῦτο οὐδεμιᾶς ἐπ' αὐτῶν προσφυοῦς εὑρισκομένης προσηγορίας, ἣ τὸ ὑποκεί μενον ἱκανῶς παραστήσει, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι βιαζόμεθα τὴν ἐγγενομένην 2.1.578 ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν. ἀλλὰ μὴν τὰ ὑπὸ κατά ληψιν ἡμετέραν ἐρχόμενα τοιαῦτά ἐστιν, ὥστε πάντως ἢ ἐν διαστηματικῇ τινι παρατάσει θεωρεῖσθαι τὰ ὄντα ἢ τοπι κοῦ χωρήματος παρέχειν τὴν ἔννοιαν, ἐν ᾧ τὰ καθ' ἕκαστον εἶναι καταλαμβάνεται, ἢ τῇ κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος περιγραφῇ ἐντὸς γίνεται τῆς ἡμετέρας ἐπόψεως, ἐπίσης καθ' ἑκάτερον πέρας τῷ μὴ ὄντι περιγραφόμενα (πᾶν γὰρ τὸ ἀρχήν τε καὶ τελευτὴν ἔχον τοῦ εἶναι ἐκ τοῦ μὴ ὄντος ἄρχεται καὶ εἰς τὸ μὴ ὂν καταλήγει), ἢ τὸ πάντων ἔσχατον διὰ τῆς σωματικῆς τῶν ποιοτήτων συνθήκης καταλαμβά νομεν τὸ φαινόμενον, ᾗ φθορὰ καὶ πάθος καὶ τροπὴ καὶ 2.1.579 ἀλλοίωσις καὶ τὰ τοιαῦτα συνέζευκται. διὰ τοῦτο ὡς ἂν μηδεμίαν οἰκειότητα πρὸς τὰ κάτω πράγματα ἡ ὑπερκει μένη φύσις ἔχειν δοκοίη, τοῖς ἀποχωριστικοῖς τῶν τοιούτων νοήμασί τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήμεθα φύσεως, τὸ ὑπεράνω τῶν αἰώνων προαιώνιον λέγοντες καὶ τὸ ὑπὲρ ἀρχὴν ἄναρχον καὶ τὸ μὴ τελειούμενον ἀτελεύτητον ἀσώ ματόν τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον καὶ τὸ μὴ φθειρόμενον ἄφθαρτον καὶ τὸ τροπῆς ἢ πάθους ἢ ἀλλοιώσεως ἀνεπίδεκτον ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλ 2.1.580 λοίωτον. τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων τεχνολογούντων μὲν ὡς ἂν ᾖ φίλον αὐτοῖς οἱ βουλόμενοι καὶ ὀνόματα