164
ἐν τοῖς διὰ τῆς κτίσεως οὖσι χωρὶς αὐτοῦ γεγενῆσθαι ὁ Ἰωάννης μαρτύρεται, τίς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μηδὲ ἰδεῖν ἐν τῷ κηρύγματι τοῦ εὐαγγελιστοῦ τὴν ἀλή θειαν, ὅτι ὁ πᾶσαν τὴν κτίσιν ποιήσας ἄλλο τι πάντως 3.1.14 παρὰ τὴν κτίσιν ἐστίν; εἰ γὰρ πᾶν τὸ ἐν τοῖς γεγονόσιν ἀριθμούμενον δι' ἐκείνου ἐστίν, αὐτὸς δὲ ἐν ἀρχῇ ἐστι καὶ πρὸς τὸν θεόν ἐστι, θεὸς ὢν καὶ λόγος καὶ ζωὴ καὶ φῶς καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐδὲν δὲ τῶν διὰ κτίσεως γεγονότων διὰ τῶν αὐτῶν ὀνομάτων ὀνομάζεται, οὐ λόγος, οὐ θεός, οὐ ζωή, οὐ φῶς, οὐκ ἀλήθεια, οὐ χαρακτήρ, οὐκ ἀπαύγασμα, οὐδ' ἄλλο τι τῶν θεοπρεπῶν ὀνομάτων ἔστι περὶ τὴν κτίσιν εὑρεῖν, δῆλον ὅτι ὁ ταῦτα ὢν ἄλλο τι τῇ φύσει παρὰ τὴν κτίσιν ἐστίν, ἥτις τούτων οὐδὲν οὔτε ἐστὶν οὔτε λέγεται. 3.1.15 Εἰ μὲν γὰρ ἦν τις ἐν ταῖς τοιαύταις φωναῖς ὁμω νυμία τῇ κτίσει πρὸς τὸν ποιήσαντα, συγγνωστὸς ἦν ἴσως διὰ τῆς τῶν λοιπῶν ὀνομάτων κοινότητος καὶ τὸ τῆς κτί σεως ὄνομα κοινοποιῆσαι τῷ κτισθέντι καὶ τῷ ποιήσαντι· εἰ δὲ πάντων ἀσύμβατά τε καὶ ἀκοινώνητα τὰ ἐπιθεω ρούμενα τῇ κτιστῇ τε καὶ τῇ ἀκτίστῳ φύσει διὰ τῶν ὀνο μάτων γνωρίσματα, πῶς οὐ φανερὰ πᾶσίν ἐστιν ἡ συκο φαντία τοῦ τολμῶντος ἐφαρμόσαι τὸ τῆς δουλείας ὄνομα τῷ δεσπόζοντι, καθώς φησιν ὁ προφήτης, ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τὸν ἐν πᾶσι πρωτεύοντα, καθὼς ὁ ἀπόστολος λέγει, διὰ τοῦ κατὰ τὴν κτίσιν ὀνόματός τε καὶ νοήματος εἰς ὁμότιμον ἄγειν <τάξιν> τῇ δουλευούσῃ φύσει; 3.1.16 πᾶσαν γὰρ τὴν κτίσιν δουλεύειν ὁ μέγας ἀπεφήνατο Παῦ λος, ὁ ἐν τοῖς ἄνω τῶν οὐρανῶν διδασκαλείοις παιδευθεὶς τὴν ἀπόρρητον γνῶσιν, ἐκεῖ ταῦτα μαθὼν ὅπου ἀργεῖ πᾶσα φωνὴ σημαντικὴ διὰ λόγου προφερομένη, ἀλλὰ ῥῆμα γίνεται διδασκαλίας ἡ ἀνεκφώνητος ἔννοια, τὰ ὑπὲρ λόγον τὴν κεκαθαρμένην καρδίαν διὰ τῆς ἀλαλήτου τῶν νοημάτων 3.1.17 ἐλλάμψεως ἐκδιδάσκουσα. εἰ οὖν ταῦτα μὲν ὁ Παῦλος βοᾷ, ὅτι ἡ κτίσις δουλεύει, ὁ δὲ μονογενὴς θεὸς ἀληθῶς ἐστι κύριος καὶ θεὸς ἐπὶ πάντων, Ἰωάννης δὲ τὸ πᾶσαν δι' αὐτοῦ τῶν γεγονότων εἶναι τὴν κτίσιν μαρτύρεται, πῶς ἔτι ὁ καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενος ἀνέξεται διὰ τῆς ἀσυστάτου ταύτης καὶ ἀνακολούθου τεχνολογίας ὁρῶν τὸν Εὐνόμιον εἰς τὴν τῆς κτίσεως ταπεινότητα τὴν ὑπερ κειμένην πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ κυριότητος δύναμιν διὰ τῆς πρὸς τὸ δουλεῦον ὁμωνυμίας καθέλκοντα; 3.1.18 εἰ δέ φησιν ἔχειν τινὰς τῶν ἁγίων οἳ δοῦλον αὐτὸν ἀνεῖπον ἢ κτιστὸν ἢ ποιητὸν ἤ τι τῶν ταπεινῶν τε καὶ δουλοπρεπῶν ὀνομάτων, ἰδοὺ πάρεισιν αἱ γραφαί· δότω μίαν ἢ αὐτὸς ἢ ἄλλος τις ὑπὲρ ἐκείνου τοιαύτην φωνήν, καὶ ἡμεῖς σιωπή 3.1.19 σομεν. εἰ δὲ οὔτε ἔστι τοιαύτη λέξις οὔτ' ἂν εὑρεθείη ποτὲ ἐν ταῖς πεπιστευμέναις θεοπνεύστοις γραφαῖς διάνοιά τις τοιαύτη, ἥτις τῆς ἀσεβείας ταύτης συνήγορος γίνεται, τί χρὴ περαιτέρω περὶ τῶν ὁμολογουμένων διαγωνίζεσθαι πρὸς τὸν οὐ μόνον τὰς τῶν ἁγίων συκοφαντοῦντα φωνάς, 3.1.20 ἀλλὰ καὶ τοῖς ἰδίοις διορισμοῖς προσπαλαίοντα; εἰ γὰρ ἡ τῆς φύσεως τάξις, καθὼς αὐτὸς οὗτος ὁμολογεῖ, τῷ υἱῷ τὸ ὄνομα διὰ τὸ γεννηθῆναι προσμαρτυρεῖ, καὶ οὕτω γίνεται διὰ τῆς γεννηθέντος πρὸς τὸν γεννήσαντα σχέ σεως ἡ τοῦ ὀνόματος συζυγία, πῶς ἀποσπάσας τῆς φυσικῆς οἰκειότητος τὸ τοῦ υἱοῦ σημαινόμενον μεταβάλλει τὴν σχέσιν ἐπὶ τὸ ποίημά τε καὶ τὸν ποιήσαντα; ὅπερ οὐ μόνον ἐπὶ τῶν στοιχείων τοῦ κόσμου ἀληθές ἐστι λέγειν, ἀλλὰ κἂν ἐπὶ βομβυλιοῦ τις εἴπῃ καὶ μύρμηκος, καθὸ ποίημα τού των ἐστὶν ἑκάτερον, ὁμοίως πρὸς τὸν ποιήσαντα ἡ τοῦ ὀνό ματος σχέσις τὸ ἴσον ἔχει. 3.1.21 Τὸ μὲν οὖν βλάσφημον μετὰ πολλῶν ἑτέρων καὶ διὰ τῶν εἰρημένων δῆλόν ἐστιν· ἡ δὲ παρὰ τῶν ἁγίων χρῆσις, ᾗ φησιν οὗτος ἀκολουθῶν ταῦτα λέγειν, φανερὰ μέν ἐστιν οὐδεμία. τάχα δ' ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ' αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώθασι, τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. διὰ γὰρ τὸ παρὰ τῆς σοφίας εἰρῆσθαι τὸν λόγον τοῦτον, σοφίαν δὲ παρὰ τοῦ μεγάλου Παύλου κατωνομάσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς θεοῦ διὰ