185
πρὸς τὴν χρείαν ὁ σίδηρος, οὐ μὴν ἐπειδὴ προτερεύει τοῦτο τῶν ἄλλων, ἤδη τις καὶ διαφορὰ κατὰ τὴν ὕλην ἐστὶ τοῦ τε ἐκτυποῦντος ὀργάνου καὶ τοῦ σχηματιζομένου σιδήρου κατὰ τὸ ὄργανον (σίδηρος γὰρ καὶ τοῦτο κἀκεῖνο), τὸ δὲ σχῆμα προγενέστερον τοῦ ἑτέρου τὸ ἕτερον· τοιαύτη τῆς αἱρέσεως ἡ περὶ τοῦ υἱοῦ θεολογία, τὸ μηδὲν οἴεσθαι διαφέρειν κατ' οὐσίαν αὐτόν τε τὸν κύριον καὶ τὰ παρ' αὐτοῦ γεγονότα πλὴν τῆς κατὰ τὴν τάξιν διαφορᾶς. 3.2.34 Τίς τοίνυν τῶν καὶ ὁπωσοῦν εἰς Χριστιανοὺς συντελούν των τῶν τε μορίων τοῦ κόσμου καὶ τοῦ πεποιηκότος τὸν κόσμον τὸν αὐτὸν εἶναι τῆς οὐσίας λόγον συνθήσεται; ἐγὼ μὲν γὰρ φρίττω τὴν βλασφημίαν, εἰδὼς ὅτι ὧν ὁ λόγος ὁ αὐτός, τούτων πάντως οὐδὲ ἡ φύσις διάφορος. ὡς γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀνθρώπων ὅ τε λόγος τῆς οὐσίας κοινὸς καὶ ἡ φύσις μία, τὸν αὐτὸν τρόπον εἰ ὡσαύτως ἔχοι κατὰ τὴν φύσιν ὁ κύριος τοῖς τοῦ κόσμου μέρεσιν, ἅπερ ἂν ἐν ἐκείνοις κατανοήσωσι, τούτοις ὑπο 3.2.35 κεῖσθαι καὶ τοῦτον κατ' ἀνάγκην ὁμολογήσουσιν. ἀλλὰ μὴν ὁ κόσμος οὐκ εἰσαεὶ διαμενεῖ· ἄρα κατ' αὐτοὺς καὶ ὁ κύριος μετὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς παρελεύσεται, εἴπερ ὁμογενῶς ἔχοι τῷ κόσμῳ. εἰ δὲ αὐτὸς ἀΐδιος ὁμολο γεῖται, ἀνάγκη πᾶσα μηδὲ τὸν κόσμον τῆς θείας φύσεως ἄμοιρον οἴεσθαι, εἴπερ τῷ μονογενεῖ κατὰ τὴν κτίσιν συμ βαίνοι. ὁρᾷς πρὸς ὅ τι φέρεται διὰ τῆς καλῆς ταύτης ἀκολουθίας ὁ λόγος, οἷόν τις λίθος ἀπορραγεὶς ἀκρωρείας καὶ ἐπὶ τὸ πρανὲς ὑπὸ τοῦ ἰδίου βάρους συνελαυνόμενος. ἀνάγκη γὰρ ἢ καὶ τὰ τοῦ κόσμου στοιχεῖα κατὰ τὴν Ἑλ ληνικὴν ματαιότητα σεβάσμια φαίνεσθαι ἢ μηδὲ τὸν υἱὸν 3.2.36 προσκυνεῖσθαι. οὑτωσὶ δὲ σκοπήσωμεν. ἐξ οὐκ ὄντων γεγενῆσθαι τὴν κτίσιν φαμὲν τήν τε νοητὴν καὶ ὅση τῆς αἰσθητῆς ἐστι φύσεως· ταῦτα καὶ περὶ τοῦ κυρίου κηρύσ σουσι. θελήματι θεοῦ πάντα συστῆναι τὰ γεγονότα λέ γομεν· ταῦτα καὶ περὶ τοῦ μονογενοῦς διεξέρχονται. οὐκ ἐκ τῆς οὐσίας εἶναι τοῦ πεποιηκότος οὔτε τὴν ἀγγελικὴν κτίσιν οὔτε τὴν ἐγκόσμιον πεπιστεύκαμεν· κἀκεῖνον ὁμοίως τῆς τοῦ πατρὸς οὐσίας ἀλλοτριοῦσι. δουλεύειν τὰ σύμπαντα τῷ θελήματι τοῦ πεποιηκότος ὁμολογοῦμεν· ταύτην ἔχουσι 3.2.37 καὶ περὶ τοῦ μονογενοῦς τὴν διάνοιαν. οὐκοῦν ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, ὅσαπερ ἂν ἐπὶ ταύτης νοήσωσι, ταῦτα καὶ τῷ μονογενεῖ ἐφαρμόσουσι, καὶ ὅπερ ἂν ἐν ἐκείνῳ πι στεύσωσι, τοῦτο καὶ ἐπὶ τῆς κτίσεως ὑπολήψονται· ὥστε εἰ θεὸν ὁμολογοῦσι τὸν κύριον, καὶ τὴν λοιπὴν κτίσιν θεοποιή σουσιν, εἰ δὲ ταῦτα τῆς θείας φύσεως ἀμοιρεῖν διορίζονται, τὴν αὐτὴν ὑπόληψιν καὶ περὶ τοῦ μονογενοῦς οὐκ ἀρνή σονται. ἀλλὰ μὴν οὐδεὶς τῶν σωφρονούντων τῇ κτίσει προσμαρτυρεῖ τὴν θεότητα· οὐκ ἄρα-καὶ σιωπῶ τὸ λειπόμενον, ὡς ἂν μὴ χρίσαιμι τῇ τῶν ἐχθρῶν βλα σφημίᾳ τὴν γλῶσσαν· ἐκεῖνοι λεγέτωσαν τὸ ἐκ τῆς ἀκο λουθίας ἐπιφερόμενον, οἷς τὸ στόμα πρὸς τὴν βλα 3.2.38 σφημίαν καταγεγύμνασται. ὁ δὲ λόγος καὶ σιωπώντων δῆλός ἐστι. τῶν δύο γὰρ τὸ ἕτερον ἐξ ἀνάγκης ἔσται· ἢ φανερῶς ἀποχειροτονήσουσι τὸν μονογενῆ θεόν, ὥστε μη κέτι παρ' ἐκείνοις καὶ εἶναι τοῦτο καὶ λέγεσθαι· ἢ εἰ προσ μαρτυροῦσιν αὐτῷ τὴν θεότητα, καὶ πάσῃ τῇ κτίσει τὸ ἴσον προσμαρτυρήσουσιν· ἢ τὸ λειπόμενον, φεύγοντες τὴν ἐφ' ἑκάτερα προφαινομένην ἀσέβειαν ἐπὶ τὸν εὐσεβῆ κατα φεύξονται λόγον καὶ τὸ μὴ κτιστὸν αὐτὸν εἶναι πάντως συγκαταθήσονται, ἵνα θεὸν αὐτὸν ἀληθῶς εἶναι ὁμολο γήσωσι. 3.2.39 Τί δεῖ τὰ ἄλλα λέγοντα διατρίβειν ἐκ τῆς ἀρχῆς ταύτης ὅσα κατ' ἀνάγκην ὕπεστι τῷ λόγῳ τὰ βλάσφημα; συνήσει γὰρ διὰ τῶν εἰρημένων ὁ πρὸς τὸ ἀκόλουθον βλέ πων, ὅτι καὶ ὁ τοῦ ψεύδους πατήρ, ὁ τοῦ θανάτου δη μιουργός, ὁ τῆς κακίας εὑρετής, κτιστὸς ὢν ἐν νοερᾷ τε καὶ ἀθανάτῳ καὶ ἀσωμάτῳ τῇ φύσει, οὐκ ἐκωλύθη ὑπὸ τῆς φύ σεως διὰ μεταβολῆς γενέσθαι ὅπερ ἐστί. τὸ γὰρ τρεπτὸν τῆς οὐσίας ἐφ' ἑκάτερον κατ' ἐξουσίαν κινούμενον ἀκολουθοῦσαν ἔχει τῇ τῆς προαιρέσεως ῥοπῇ τὴν τῆς φύσεως δύναμιν, ὥστε ἐκεῖνο γενέσθαι πρὸς ὅπερ ἂν ἡ προαίρεσις αὐτῆς ἀφηγή 3.2.40 σηται. οὐκοῦν δεκτικὸν καὶ τῶν ἐναντίων τὸν κύριον διο ρίσονται, ὡς