186
πρὸς τὴν ἀγγελικὴν ὁμοτιμίαν αὐτὸν κατα σπῶντες διὰ τῆς κτίσεως. ἀλλ' ἀκουσάτωσαν τῆς μεγάλης τοῦ Παύλου φωνῆς. πῶς μόνον τοῦτον υἱὸν κεκλῆσθαί φησι; διὰ τὸ εἶναι οὐχὶ τῆς τῶν ἀγγέλων, ἀλλὰ τῆς κρείτ τονος φύσεως. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ; καὶ ὅταν πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι 3.2.41 θεοῦ. καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱὸν Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασι λείας σου, καὶ ὅσα ἄλλα μετὰ τούτων ἡ προφητεία θεολο γοῦσα διέξεισι. προστίθησι δὲ καὶ ἀφ' ἑτέρας ὑμνωδίας τὰ πρόσφορα τὸ Σὺ κατ' ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, κύριε, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί, καὶ τὰ ἐφεξῆς πάντα ἕως τοῦ Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, δι' ὧν τὸ ἀναλλοίωτόν τε καὶ τὸ ἀΐδιον ὑπο 3.2.42 γράφει τῆς φύσεως. εἰ οὖν τοσοῦτον ὑπέρκειται τῆς ἀγγε λικῆς φύσεως τοῦ μονογενοῦς ἡ θεότης, ὅσον διαφέρει τῶν δούλων ὁ κεκτημένος, πῶς κοινοποιοῦσιν ἢ πρὸς τὴν αἰσθη τὴν κτίσιν τὸν τῆς κτίσεως κύριον ἢ πρὸς τὴν τῶν ἀγγέλων φύσιν τὸν ὑπ' αὐτῶν προσκυνούμενον, ταῦτα περὶ τοῦ τρόπου τῆς ὑπάρξεως αὐτοῦ διεξιόντες, ἃ τοῖς καθ' ἕκαστον τῶν ἐν τῇ κτίσει θεωρουμένων κυρίως ἐφαρμοσθήσεται, καθὼς ἤδη τὸν ἀποδοθέντα περὶ τοῦ κυρίου λόγον ὑπὸ τῆς αἱρέ σεως τῇ κατασκευῇ τῆς γῆς προσφυῶς ἔχοντα καὶ οἰκείως 3.2.43 ἐδείξαμεν; ἀλλ' ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πό νοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου γρα φῆς ἄξιον ἂν εἴη καὶ τοῦτο τοῖς ἐξητασμένοις παρ' ἡμῶν προστεθῆναι. ἐροῦσι γὰρ ἴσως ἐξ αὐτῶν τῶν ἀποστολικῶν, ὧν ἡμεῖς ἐπεμνήσθημεν, ὅτι πῶς ἂν πρωτότοκος κτίσεως ὠνομάσθη, εἰ μὴ τοῦτο ἦν ὅπερ ἡ κτίσις ἐστί; πᾶς γὰρ πρωτότοκος οὐ τῶν ἑτεροφυῶν, ἀλλὰ τῶν ὁμογενῶν ἐστι πρωτότοκος, ὡς ὁ Ῥουβὶμ τῶν μετ' ἐκεῖνον ἀριθμουμένων προτερεύων κατὰ τὸν τόκον πρωτότοκος ἦν ἀνθρώπων ἄν θρωπος, καὶ ἄλλοι πολλοὶ τῶν συναριθμουμένων ἀδελφῶν 3.2.44 πρωτότοκοι λέγονται. λέγουσι τοίνυν ὅτι 20ἥνπερ ἂν πάσης τῆς κτίσεως οὐσίαν νοήσωμεν, καὶ τὸν ταύτης πρωτότοκον τῆς αὐτῆς εἶναι λέγομεν. εἰ μὲν οὖν ὁμοούσιός ἐστι τῷ πατρὶ τῶν ὅλων ἡ πᾶσα κτίσις, τοῦτο καὶ τὸν πρωτότοκον αὐτῆς εἶναι οὐκ ἀρνησό μεθα· εἰ δὲ διαφέρει κατὰ τὴν οὐσίαν τῆς κτίσεως ὁ τῶν ὅλων θεός, ἀνάγκη πᾶσα μηδὲ τὸν πρωτότοκον ταύτης κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας λέγειν20. ἡ μὲν οὖν τῆς ἀντιθέσεως κατασκευὴ τοιαύτη, οὐδὲν ἀγενέστερον, οἶμαι, παρ' ἡμῶν ἀντιτεθεῖσα τῷ λόγῳ ἢ ὡς εἰκὸς ἦν ἀντεπενεχθῆναι παρὰ τῶν μαχομένων ἡμῖν. ἃ δὲ πρὸς ταῦτα γινώσκειν χρή, νῦν ὡς ἂν οἷοί τε ὦμεν τῷ λόγῳ σαφηνισθή σεται. 3.2.45 Τετράκις εἴρηται παρὰ τοῦ ἀποστόλου ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῦ πρωτοτόκου τὸ ὄνομα, διαφόρως δὲ καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον τοῦ ὀνόματος τούτου τὴν μνήμην πεποίηται. νῦν μὲν γάρ φησι πρωτότοκον πάσης τῆς κτί σεως, πάλιν δὲ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, εἶτα πρω τότοκον ἐκ τῶν νεκρῶν, ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπόλυτόν ἐστιν ἐφ' ἑαυτοῦ μνημονευθὲν τοῦ πρωτοτόκου τὸ ὄνομα. λέγει γὰρ οὕτως· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτό τοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ 3.2.46 πάντες ἄγγελοι αὐτοῦ. οὕτω δὲ τούτων διῃρημένων, κα λῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ' ἑαυτοῦ διελέσθαι χωρίς, πῶς τῆς κτίσεώς ἐστι πρωτότοκος καὶ πῶς ἐν πολλοῖς ἀδελφοῖς καὶ πῶς ἀπὸ τῶν νεκρῶν καὶ πῶς ἐφ' ἑαυτοῦ χωρὶς ἑκάστου τούτων μνημονευθείς, ὅταν πάλιν εἰσάγηται εἰς τὴν οἰκουμένην, προσκυνεῖται ὑπὸ πάντων τῶν ἀγγέλων αὐτοῦ. οὐκοῦν ἀπὸ τῶν τελευταίων, εἰ δοκεῖ, τῆς τῶν προκειμένων θεωρίας ἀρξώμεθα. 3.2.47 Ὅταν πάλιν εἰσαγάγῃ, φησί, τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην. ἡ τοῦ πάλιν προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται· ἐπὶ γὰρ τῆς