225
πρὸς τὴν ἀλήθειαν τῶν ὑποκειμένων ὁρᾶν καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ προσμαρτυρεῖν καὶ ἐκ τῶν πραγμάτων κατονομάζειν. ∆εῦτε; φησίν, οἱ εὐλογημένοι, καὶ Πορεύεσθε οἱ κατηραμένοι, οὔτε τὸν κατάρας ἄξιον τῷ τῆς εὐλογίας τιμήσας ὀνόματι οὔτε τὸ ἔμπαλιν τὸν τὴν εὐλογίαν ἑαυτῷ θησαυρίσαντα μετὰ τῶν ἐξαγίστων ἀποπεμψάμενος. 2.1.329 Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ; μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι' ἀπορίαν ῥημάτων, ὡς ἂν μάλιστα δόξειεν εἰς πλάτος ἐκτείνειν τὸν λόγον, ἀδιανοήτοις τισὶν ἐμβατταρίζων τὴν φλυαρίαν ἐξέτεινεν. ἀλλ' ἔχει τι καὶ τὸ 2.1.330 ἀνόητον τῶν εἰρημένων ὡς πρὸς τὴν αἵρεσιν ὕποπτον. τὸ γὰρ εἰπεῖν 20τὰ τιμιώτατα τῶν ὀνομάτων καὶ τοῖς ἀσθενεστάτοις20 ἐπιλέγεσθαι, κἂν μὴ ἰσομοιροῦντα τύχῃ κατὰ τὴν φύσιν τοῦ ἀξιώματος, κατασκευή τίς ἐστιν αὐτῷ κατὰ τὸ λεληθὸς τῇ βλασφημίᾳ τὴν ἀκολουθίαν ὑπευτρε πίζουσα· ὡς ἂν τοῦτο παρ' αὐτοῦ μάθοιεν οἱ τὰ ἐκείνου μανθάνοντες, ὅτι κἂν θεὸς ὁ μονογενὴς ὀνομάζηται καὶ σοφία καὶ δύναμις καὶ φῶς καὶ ἀλήθεια καὶ κριτὴς καὶ βασιλεὺς καὶ ἐπὶ πάντων θεὸς καὶ μέγας θεὸς καὶ ἄρχων εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος καὶ πάντα τὰ 2.1.331 τοιαῦτα, μέχρις ὀνόματος μόνον ἐστὶν ἡ τιμή. οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις. καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς ∆ανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδωλα πλάνην, ὡς ἂν μὴ τὸν χαλκὸν ἢ τὸν δράκοντα σέβοιεν, τὸ ὄνομα τοῦ θεοῦ τὸ παρὰ τῶν ματαίων αὐτοῖς ἐπιπεφημισμένον αἰδούμενοι, καὶ σαφῶς δι' ὧν ἐποίησεν ἔδειξεν ὅτι οὐ συμ βαίνει τὸ ὑψηλὸν τῆς θεότητος ὄνομα πρός τε τὸ ἑρπετὸν θηρίον καὶ πρὸς τὸ σχῆμα ᾧ ὁ χαλκὸς ἐτετύπωτο, ταῦτα πρὸς τὸ ἐναντίον καὶ ὁ ἐχθρὸς τοῦ θεοῦ ἐπὶ τοῦ μονο γενοῦς θεοῦ κατασκευάζειν διὰ τῶν δογμάτων φιλονεικεῖ, τοῦτο βοῶν διὰ πάσης τῆς προκειμένης αὐτῷ ῥήσεως ὅτι μὴ πρὸς τὰ ὀνόματα τοῦ κυρίου βλέπετε ὧν μετείληφεν, ὡς ἐκ τούτων τὸ ἄφραστον αὐτοῦ καὶ ὑψηλὸν τῆς οὐσίας λογίζεσθαι· πολλὰ γὰρ καὶ ἄλλα τῶν ἀσθενεστάτων ταῖς ὑπερεχούσαις ἐπωνυμίαις τετίμηται, ὧν ἡ μὲν κλῆσις τὸ ὑψηλὸν ἔχει, ἡ δὲ φύσις πρὸς τὸ μεγαλεῖον τῆς προσηγορίας 2.1.332 οὐκ ἐξαλλάσσεται. διὰ τοῦτο λέγει μέχρις ὀνομάτων ψιλῶν γίνεσθαι παρὰ τοῦ θεοῦ τοῖς ὑποβεβηκόσι τὴν τῆς τιμῆς μετουσίαν, μὴ συνακολουθούσης τῇ κλήσει τῆς κατὰ τὴν ἀξίαν ἰσότητος, ὥστε πάντα περὶ τοῦ υἱοῦ μαθόντας, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, μέχρις ὀνόματος οἴεσθαι τὴν ἐν ταῖς φωναῖς τιμὴν προσμαρτυρεῖσθαι αὐτῷ, τῆς δὲ κατὰ τὴν ἀξίαν 20ἰσομοιρίας20 ἀμέτοχον εἶναι κατὰ τὴν ἐν τοῖς εἰρημένοις τεχνολογίαν. 2.1.333 Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναίειν μοι δοκῶ τοὺς καθομιλοῦντας τῷ λόγῳ πρὸ τῆς <ὑπὲρ> τῶν καιριω τέρων μάχης. οὐκοῦν ταῦτα μέν, ὅπως ἂν ἔχῃ, τοῖς ἐπι στατικωτέροις τῶν ἀκροατῶν ἐατέον, ἡμῖν δὲ πρὸς τὰ προ 2.1.334 κείμενα μετενεκτέον τὸν λόγον. σιγάσθω δὲ καὶ τὸ προσ εχῶς τοῖς ἐξητασμένοις προσκείμενον ὅτι· 20ταῦτα μέντοι τοῦτον διατέτακται τὸν τρόπον, οὐ τῆς ἐπι νοίας τῶν ἀνθρώπων λαχούσης τὴν ἐξουσίαν τῶν ὀνομάτων20-τίς γὰρ τοῦτό φησι, τὸ μὴ κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν ἐξουσίᾳ πράγματος εἶναί τινος; μόνων γὰρ τῶν οἰκείᾳ τινὶ προαιρέσει διοικουμένων τὸ κατ' ἐξουσίαν τι πράττειν ἐστίν, ἡ δὲ ἐπίνοια τῆς ἡμε τέρας διανοίας ἐστὶν ἐνέργεια καὶ τῆς τῶν φθεγγομένων ἤρτηται προαιρέσεως, οὐ καθ' ἑαυτὴν ὑφεστῶσα, ἀλλ' ἐν τῇ 2.1.335 τῶν διαλεγομένων ὁρμῇ τὴν ὑπόστασιν ἔχουσα-20ἀλλ' αὐτοῦ20, φησί, 20τοῦ τὰ πάντα δημιουργήσαντος θεοῦ σχέσεως τε καὶ ἐνεργείας καὶ ἀναλογίας μέτροις καὶ νόμοις προσφυῶς ἑκάστῳ τῶν ὀνο μαζομένων τὰς προσηγορίας συναρμόζοντος20. ταῦτα δὲ ἢ καθόλου νοῦν οὐκ ἔχει ἢ ὑπεναντίως τοῖς προ εκτεθεῖσιν ἔχει. εἰ γὰρ προσφυῶς ἁρμόζειν τοῖς ὑποκει μένοις μαρτυρεῖ νῦν τῷ θεῷ τὰ ὀνόματα, πῶς ἐν τοῖς ἀνωτέροις κατασκευάζει τὸν θεὸν τοῖς