233
ἀσώματος τῶν ὑπερκοσμίων δυνάμεων φύσις φωνῇ καὶ γλώττῃ κατονομάζει τὸ θεῖον. 2.1.391 ἐπὶ γὰρ τῆς ἀΰλου καὶ νοερᾶς φύσεως ἡ κατὰ τὸν νοῦν ἐνέργεια λόγος ἐστὶν οὐδὲν τῇ ὑλικῇ τῶν ὀργάνων ὑπηρεσίᾳ συγχρώμενος. καὶ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως οὐδὲν ἂν ἐδέησεν ἡμῖν τῆς τῶν ῥημάτων καὶ ὀνομάτων χρήσεως, εἰ δυνατὸν ἦν γυμνὰ προδεικνύειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα· νυνὶ δὲ τῶν ἐγγενομένων ἡμῖν νοημάτων διὰ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανε ρωθῆναι μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες δι' 2.1.392 ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλοις συνεγινόμεθα, αὐτὴν τῶν πραγμάτων τὴν φύσιν περὶ ἣν ὁ νοῦς καταγίνεται ταῖς τῆς διανοίας ὁρμαῖς ἐκκαλύπτοντες· νυνὶ δὲ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι καὶ τὸ πρός τί πως ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ 2.1.393 τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. ἡ δὲ ὑπερκόσμιος ἐκείνη καὶ ἄϋλος φύσις τῆς σωματικῆς περιοχῆς ἐλευθέρα οὖσα καὶ ἄνετος οὔτε ἐφ' ἑαυτῆς οὔτε ἐπὶ τῆς ὑπερκειμένης φύσεως ὀνομάτων δέεται ἢ ῥημάτων, ἀλλ' εἴ που καὶ μνη μονεύεται παρὰ τῆς νοερᾶς φύσεως λόγος τις ἐν ἱεραῖς βίβλοις ἀνάγραπτος, ἡμῶν ἕνεκεν τῶν ἀκουόντων τὸ τοιοῦτον λέγεται τῶν ἀδυνατούντων ἄλλῳ τρόπῳ μαθεῖν τὸ δηλού 2.1.394 μενον, μὴ διὰ φωνῶν καὶ ῥημάτων ἐξαγγελλόμενον. κἂν ὁ ∆αβὶδ ἐν πνεύματι λέγῃ τῷ κυρίῳ παρὰ τοῦ κυρίου τι λέγεσθαι, ∆αβὶδ ὁ λέγων ἐστὶν ὁ μὴ δυνάμενος ἑτέρως ἡμῖν τὴν τοῦ νοηθέντος διδασκαλίαν ποιήσασθαι, εἰ μὴ διὰ φωνῶν καὶ ῥημάτων τὴν ἐγγενομένην αὐτῷ θεόθεν τῶν μυστηρίων κατανόησιν ἑρμηνεύσειε. 2.1.395 Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφη θέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν 20μανίαν20 ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλωσιν τῆς ὑπερεχούσης φύσεως παρὰ ἀνθρώπων οἰομένοις δι' ἐπινοίας λέγεσθαι. τί μὲν γὰρ οὗτος νοῶν διασύρειν οἴεται δεῖν τὴν ἐπίνοιαν, ἐκ τῶν ἐκείνου πάρεστι λόγων τοὺς βουλομένους διδάσκεσθαι· ἃ δὲ ἡμεῖς ὑπολαμβάνομεν περὶ τῆς τῶν ὀνο μάτων χρήσεως, ἐν τοῖς κατόπιν εἰρήκαμεν, ὅτι τῶν πραγ μάτων ἐχόντων ὡς ἔχει φύσεως τὰς ἑρμηνευτικὰς τῶν ὄν των φωνὰς ἡ <ἐν>τεθεῖσα παρὰ τοῦ θεοῦ τῇ φύσει ἡμῶν 2.1.396 λογικὴ δύναμις εὕρατο. ὧν εἰ μέν τις τὴν αἰτίαν εἰς τὸν δεδωκότα τὴν δύναμιν ἀναφέροι, οὐδὲ ἡμεῖς ἀντιλέγομεν, ὥσπερ καὶ τὸ κινεῖσθαι καὶ τὸ ὁρᾶν καὶ τὰ λοιπὰ διὰ τῶν αἰσθήσεων ἐνεργεῖν παρ' ἐκείνου λέγομεν γίνεσθαι, παρ' οὗ τὴν τοιαύτην ἐσχήκαμεν δύναμιν. οὕτως οὖν καὶ τοῦ ὀνομάζειν τὸν θεὸν τὸν ὄντα κατὰ τὴν φύσιν ὅπερ ἐστὶν ἡ μὲν αἰτία κατὰ τὸν κοινὸν λόγον εἰς αὐτὸν ἐκεῖνον τὴν ἀναφορὰν ἔχει, ἡ δὲ ἐξουσία τοῦ τὰ νοηθέντα πάντα τοι ῶσδε ἢ ὡς ἑτέρως κατονομάζειν ἐν τῇ φύσει κεῖται· ἣν εἴτε τις ἐπίνοιαν εἴτε ἄλλο τι βούλοιτο λέγειν, οὐ διοισόμεθα. 2.1.397 τεκμήριον δὲ τοῦ λόγου τοῦτο ποιούμεθα, τὸ μὴ παρὰ πᾶσιν ὁμοίως τὸ θεῖον κατονομάζεσθαι, ἀλλὰ κατὰ τὸ δοκοῦν ἑκάστοις τὸ νοηθὲν ἑρμηνεύεσθαι. οὐκοῦν πᾶσαν τὴν συρ φετώδη περὶ τῆς ἐπινοίας αὐτοῦ φλυαρίαν σιγήσαντες τῶν δογμάτων ἑξόμεθα, τοσοῦτον μόνον παρασημηνάμενοι ἔκ τινων τῶν κατὰ τὸ μέσον αὐτῷ τῆς κενοφωνίας παρεντε θέντων, ὅπου οἴεται τὸν θεὸν τοῖς πρωτοπλάστοις καθάπερ τινὰ παιδαγωγὸν ἢ γραμματιστὴν παρακαθήμενον ῥημάτων 2.1.398 τε καὶ ὀνομάτων ὑφηγεῖσθαι διδασκαλίαν· ἐν οἷς φησιν 2.1.398 20αὐτοὺς τοὺς πρώτους ὑπὸ τοῦ θεοῦ πλασθέν τας ἢ τοὺς προσεχῶς ἐξ ἐκείνων φύντας, εἰ μὴ ἐδιδάχθησαν ὡς ἕκαστα τῶν πραγμάτων λέ γεταί τε καὶ ὀνομάζεται, ἀλογίᾳ καὶ ἀφωνίᾳ συζῆν, καὶ οὐδὲν ἄν20, φησίν, 20τῶν βιωφελῶν κατε πράξαντο, ἀδήλου τῆς ἑκάστου διανοίας ὑπαρ χούσης δι' ἀπορίαν