243
τὸν περὶ ἑκάστου τῶν λεγομένων ὅρον ἀποπληρούτω· κἂν ἐρω τηθῇς τὸ τοῦ κριτοῦ σημαινόμενον, τὴν τῆς ἀγεννησίας ἑρμηνείαν ἀπόκριναι, κἂν τῆς δικαιοσύνης δέῃ τὸν ὁρισμὸν ἀποδοῦναι, τὸ ἀσώματόν σοι πρόχειρον εἰς τὴν ἀπόκρισιν ἔστω, τί δὲ σημαίνει ἡ ἀφθαρσία, ὅπερ ἡ τοῦ ἐλέου πάν 2.1.473 τως ἐρεῖς ἢ ἡ τῆς κρίσεως σημασία παρίστησιν. οὕτω καὶ τὰ καθ' ἕκαστα πάντα πρὸς ἄλληλα μεταχωρείτω, μηδεμιᾶς ἰδιαζούσης ἐμφάσεως τὸ ἕτερον τοῦ ἑτέρου δια στελλούσης. καὶ εἰ ταῦτα νομοθετεῖ ὁ Εὐνόμιος, τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσιν, θεὸν κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν ἐλεήμονα καὶ 2.1.474 ἄλλα πολλὰ τοιαῦτα κατονομάζουσαι; εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύ σεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαι νόμενον διαφορᾶς ἀπ' ἀλλήλων τὰ ὀνόματα διαστελλούσης. 2.1.475 ἀλλὰ τίς οὕτως ἀπόπληκτος ὡς ἀγνοεῖν ὅτι ἡ μὲν θεία φύσις, ὅ τι ποτὲ κατ' οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ τις καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ κατ' οὐδένα τρόπον ἐν ποικίλῃ τινὶ συνθέσει θεωρουμένη, ἡ δὲ ἀνθρωπίνη ψυχὴ χαμαὶ κειμένη καὶ ἐν τῷ γηίνῳ τούτῳ βίῳ κατορωρυγμένη διὰ τὸ μὴ δύνασθαι τηλαυγῶς κατιδεῖν τὸ ζητούμενον πολλαῖς ἐν νοίαις τῆς ἀφράστου φύσεως πολυτρόπως καὶ πολυμερῶς ἐπορέγεται, οὐ κατὰ μίαν τινὰ διάνοιαν τὸ κεκρυμμένον 2.1.476 θηρεύουσα; ἦ γὰρ ἂν εὔκολος ἦν ἡ κατάληψις, εἰ μία τις ἡμῖν ἔφοδος πρὸς τὴν θείαν ἀποκέκριτο γνῶσιν· νυνὶ δὲ διὰ μὲν τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας σοφὸν εἶναι τὸ τοῦ παντὸς ἐπιστατοῦν ἐνοήσαμεν, διὰ δὲ τῆς τῶν θαυ μάτων μεγαλουργίας δυνάμεως ἔμφασιν ἐδεξάμεθα, τὸ δὲ ἐξ ἐκείνου πᾶν ἐξῆφθαι πιστεύειν τοῦ μηδεμίαν αὐτοῦ τῆς ὑπάρξεως αἰτίαν εἶναι τεκμήριον γίνεται. 2.1.477 Πάλιν τὸ βδελυκτὸν τῆς κακίας νοήσαντες τὸ ἀναλ λοίωτον αὐτοῦ καὶ ἀμιγὲς πρὸς κακίαν καταλαμβάνομεν τήν τε τοῦ θανάτου διαφθορὰν κακῶν ἔσχατον εἶναι νομί σαντες ἀθάνατόν τε καὶ ἄφθαρτον τὸν ἀλλότριον παντὸς τοιούτου νοήματος ὠνομάσαμεν, οὐ τὸ ὑποκείμενον ταῖς ἐννοίαις ταύταις συνδιασχίζοντες, ἀλλ' ὅ τι ποτὲ κατ' οὐσίαν ἐστίν, ἓν εἶναι πεπιστευκότες πρὸς πάσας τὰς τοιαύτας 2.1.478 ὑπολήψεις οἰκείως ἔχειν τὸ νοηθὲν ὑπειλήφαμεν. οὐ γὰρ μάχεται πρὸς ἄλληλα τὰ ὀνόματα κατὰ τὴν τῶν ἀντιθέτων φύσιν, ὡς εἰ τὸ ἓν ὑπάρχοι, μὴ ἂν αὐτῷ συνθεωρηθῆναι τὸ ἕτερον, ὡς οὐκ ἐνδέχεται ζωὴν ἅμα καὶ θάνατον περὶ τὸν αὐτὸν νοηθῆναι, ἀλλὰ τοιαύτη ἐστὶν ἑκάστου τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἔμφασις, ὥστε κἂν ἰδιάζῃ τῷ σημαινομένῳ, μηδεμίαν ἴσχειν πρὸς τὸ συνονομαζόμενον 2.1.479 ἐναντίωσιν. τί γὰρ ἐναντιοῦται τῷ ἀσωμάτῳ τὸ δίκαιον, κἂν μὴ συμβαίνῃ κατὰ τὴν ἔννοιαν ἀλλήλοις τὰ ῥήματα; ποίαν δὲ μάχην ἡ ἀγαθότης ἔχει πρὸς τὸ ἀόρατον; οὕτως οὐδὲ τὸ ἀΐδιον τῆς θείας ζωῆς διπλοῖς ὀνόμασί τε καὶ νοήμασι γνωριζόμενον, τῷ ἀτελευτήτῳ καὶ τῷ ἀνάρχῳ, τῇ διαφορᾷ τῶν ὀνομάτων συνδιατέμνεται· καὶ οὔτε ταὐτόν ἐστι τῷ ἑτέρῳ κατὰ τὴν σημασίαν τὸ ἕτερον (τὸ μὲν γὰρ τὴν τῆς ἀρχῆς τὸ δὲ τὴν τοῦ τέλους ἀλλοτρίωσιν ἔδειξεν) οὔτε μερισμόν τινα τοῦ ὑποκειμένου ἡ τῶν ἐπιθεωρουμένων αὐτῷ νοημάτων διαφορὰ παρεσκεύασε. 2.1.480 Τὰ μὲν δὴ παρ' ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολε μοῦντος ἡμῖν κατ' αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμα χίαν ἔχειν, ἀλλοκότως αὐτοῦ τὰς τοιαύτας στομφώδεις καὶ ἀδιανοήτους φωνὰς ἐν κώλων καὶ περιόδων σχήματι πρὸς τὸ συμβὰν ἀποπτύοντος. ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστι, τὸ μηδεμίαν εἶναι τῶν ποικίλων ὀνομάτων κατὰ τὰς 2.1.481 ἐμφάσεις διαφοράν. ἀνάγκη δὲ πᾶσα, ὡς ἔοικεν, αὐτὴν ἐπὶ λέξεως παραθέσθαι τὴν ῥῆσιν, ὡς ἂν μὴ συκοφαντικῶς ἐπιφέρειν αὐτῷ τι τῶν οὐ προσόντων δοκοίημεν. 20τῶν γὰρ ἀληθῶν20 φησι 20λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπί κρισιν καὶ τῶν ἑτέρων ἑτέροις