244
πράγμασι συν αρμοζομένων ὥσπερ20 αὖ 20καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον 2.1.482 ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον20. ταῦτα καὶ πολλὰ ἐπὶ τούτοις ἄλλα τοιαῦτα πρὸς τὴν τοῦ προτεθέντος αὐτῷ σκοποῦ κατασκευὴν διεξέρχεται, ἐκβαλὼν τοῦ λόγου σχέσεις τινὰς καὶ παραθέσεις καὶ εἶδος καὶ μέτρον καὶ μέρος καὶ χρόνον καὶ τόπον, ὡς διὰ τῆς τούτων ὑπεξαι ρέσεως τῆς οὐσίας ἐνδεικτικὴν τὴν ἀγεννησίαν γενέσθαι. ἡ δὲ κατασκευὴ τοῦτον ἔχει τὸν τρόπον, λέξω δὲ τῇ ἐμαυτοῦ 2.1.483 λέξει τὸ νόημα. 20οὐκ ἄλλη τις20, φησίν, 20ἡ ζωὴ παρὰ τὴν οὐσίαν ἐστίν, ὡς ἂν μή τις σύνθεσις περὶ τὴν ἁπλῆν νοοῖτο φύσιν, πρὸς τὸ μετέχον καὶ μετεχόμενον τῆς ἐννοίας μεριζομένης· ἀλλ' αὐτό20, φησίν, 20ὅπερ ἐστὶν ἡ ζωή, οὐσία ἐστί20, κα λῶς τὰ τοιαῦτα φιλοσοφῶν. οὐ γὰρ ἄν τις ἀντείποι τῶν νοῦν ἐχόντων μὴ ταῦτα οὕτως ἔχειν. 2.1.484 Ἀλλὰ πῶς τὸν λόγον ἐπὶ τὸν σκοπὸν συνεπέρανεν; 20εἰ τὸ ἄναρχον σημαίνοντες20, φησί, 20τὴν ζωὴν ἐση μήναμεν, ταύτην δὲ τὴν ζωὴν οὐσίαν λέγειν ὁ τῆς ἀληθείας ἀναγκάζει λόγος, αὐτῆς εἶναι τῆς θείας οὐσίας20 φησὶ 20σημαντικὸν τὸ ἀγέννη τον20. ἡμεῖς δὲ τὸ μὲν μὴ γεγεννῆσθαι παρ' ἑτέρου τὴν θείαν ζωήν, ὅπερ σημαίνει ἡ τοῦ ἀνάρχου διάνοια, καὶ αὐτοὶ συντιθέμεθα, αὐτὸ δὲ τὸ διὰ τῆς τοῦ μὴ γεγεννῆσθαι λέξεως σημαινόμενον οὐσίαν νομίζειν μόνων τῶν ἐκ μανίας 2.1.485 παραφερομένων οἰόμεθα. τίς γὰρ οὕτως ἐξέστηκεν ὡς ὁρισμὸν οὐσίας τὴν μὴ γέννησιν ἀποφήνασθαι; ὡς γὰρ οἰκείως ἔχει πρὸς τὸ γεννητὸν ἡ γέννησις, οὕτω δηλαδὴ καὶ τῷ ἀγεννήτῳ ἐφαρμοσθήσεται ἡ μὴ γέννησις. ὃ οὖν οὐκ ἔστι περὶ τὸν πατέρα τῆς ἀγεννησίας ἐνδεικνυμένης, πῶς ἡμεῖς εἰς οὐσίαν τὴν τοῦ μὴ προσόντος ἔνδειξιν συντι θέμεθα; ἀλλ' ἑαυτῷ δοὺς τὸ μήτε παρ' ἡμῶν μήτε ἐκ τῆς τῶν τεθέντων ἀκολουθίας αὐτῷ συγχωρούμενον, τὸ σημαντικὸν τῆς θείας ζωῆς τὴν ἀγεννησίαν εἶναι τοῦ θεοῦ 2.1.486 συνεπέρανεν. ὡς δ' ἂν μάλιστα καταφανὴς ὁ περὶ τὸν τόπον τοῦτον αὐτοῦ γένοιτο λῆρος, οὑτωσὶ τὸν λόγον διασκο πήσωμεν. δι' ὧν γὰρ ἐπὶ τοῦ πατρὸς εἰς τὴν ἀγεννησίαν τὸν τῆς οὐσίας περιήγαγε λόγον, ἐξετάσωμεν εἰ μὴ κατὰ τὸ ἴσον διὰ τῶν αὐτῶν ἐπιχειρημάτων καὶ τοῦ υἱοῦ τὴν οὐσίαν εἰς τὴν ἀγεννησίαν ἀνάξομεν. 2.1.487 20∆εῖ20, φησί, 20τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρι νῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαί νηται διάφορος· τῶν γὰρ ἀληθῶν λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπίκρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων, ὥσπερ αὖ καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δη λούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν20 τοῦ υἱοῦ 20ζωήν, ᾧ τις ἂν ἢ τὴν διάνοιαν 2.1.488 ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειε20. μή τίς ἐστιν ἐν τοῖς εἰρημένοις ἀναρμοστία, ὡς οὐ δέον ἐπὶ τοῦ μονογενοῦς τὰ τοιαῦτα λέγειν ἢ γράφειν; οὐχὶ καὶ ὁ υἱὸς αὐτός ἐστι 20ζωὴ εἰλικρινῶς μία20; οὐχὶ καὶ ἐπ' αὐτοῦ 20ἕνα καὶ τὸν αὐτὸν εἶναι20 προσήκει 20λόγον, κἂν τοῖς ὀνόμασιν ἢ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος20; οὐχὶ καὶ ἐπ' ἐκείνου 20τῶν δύο20 τὸ 20ἕτερον ἐξ ἀνάγκης20 στήσεται, 20ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δη λοῦντα λόγον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν ζωὴν αὐτοῦ, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειεν20; 2.1.489 οὐδὲν παρ' ἡμῶν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τοῦ Εὐνομίου ἐμμέμικται, ἀλλ' ἐπ' αὐτῆς ἤλθομεν τῆς ὁμολογίας καὶ τῆς ἀκολουθίας, μόνον "1τοῦ υἱοῦ"2 παρεν θέντες τὸ ὄνομα. εἰ οὖν καὶ αὐτὸς μία ζωὴ εἰλικρινὴς πάσης συνθέσεως καὶ διπλόης κεχωρισμένη καὶ οὐδὲν ὑπό κειται πρᾶγμα παρὰ τὴν τοῦ υἱοῦ ζωήν (πῶς γὰρ <ἂν> ἐν τῷ ἁπλῷ μίξις ἀλλοτρίου πράγματος ὑποπτεύοιτο; οὐ γὰρ ἂν ἔτι ἁπλοῦν εἴη τὸ μεθ' ἑτέρου νοούμενον), ἁπλῆ δὲ ζωὴ καὶ ἡ τοῦ πατρὸς οὐσία, ἁπλῆς δὲ ζωῆς κατ' αὐτὸν τόν τε τῆς ζωῆς καὶ τὸν τῆς ἁπλότητος λόγον οὐδεμία τίς ἐστι διαφορά, οὔτε