246
πατρὸς ὄνομα τῆς κατὰ φύσιν σχετικῆς σημασίας. τὸ δὲ διὰ τούτου κατασκευαζόμενον οὐκέτ' ἀμ 2.1.498 φίβολον ἔχει τὴν ἀτοπίαν τοῖς γε νοῦν ἔχουσιν. ὡς γὰρ ἄτοπόν ἐστι λίθον ἡγεῖσθαι θεὸν ἢ ἄλλο τι τῶν διὰ κτίσεως ὑποστάντων, οὕτως ὁμολογηθήσεται μηδὲ τῷ μονογενεῖ θεῷ δεῖν προσμαρτυρεῖν τὴν θεότητα, μιᾶς καὶ τῆς αὐτῆς τῆς κατὰ τὴν ἐνέργειαν σημασίας ἀμφοτέρας τῷ θεῷ τὰς κλήσεις κατὰ τὸν Εὐνομίου λόγον προσμαρτυ ρούσης, καθ' ἣν καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται. 2.1.499 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. διαβάλλων γὰρ τὸν ἡμέτερον λόγον τὸν κατὰ διαφόρους ἐπιβολὰς λέγοντα τὴν περὶ θεοῦ γνῶσιν ἡμῖν συναγείρεσθαι φησὶ 20μηκέτ' αὐτὸν παρ' ἡμῶν ἁπλοῦν εἶναι κατασκευάζε σθαι ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι' ἑκάστης προσηγορίας σημαινομένων καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν20. ταῦτα διὰ τῆς ἐμαυτοῦ λέξεως γράφω συντέμνων αὐτοῦ τὴν μακρὰν ἀδολεσχίαν. 2.1.500 ἀλλὰ πρὸς τὴν ματαίαν ταύτην οἶμαι καὶ ἄτονον περιττο λογίαν οὐδὲ τὴν ἀντίρρησιν ἄν τινα τῶν εὖ φρονούντων ἔξω τῆς κατὰ τὴν ἄνοιαν κατηγορίας ποιήσασθαι. εἰ μὲν γάρ τι τοιοῦτον ἐν τοῖς παρ' ἡμῶν εἰρημένοις ἦν, ἔδει πάντως ἡμᾶς ἢ ἀνατίθεσθαι τὰ κακῶς εἰρημένα ἢ τὸ ἀμφίβολον τῆς διανοίας πρὸς τὸ ἀνεύθυνον τῆς ἑρμηνείας ἄγειν. ἐπεὶ δὲ οὔτε εἴρηται παρ' ἡμῶν τοιοῦτον οὐδὲν οὔτε ἡ τῶν εἰρημένων ἀκολουθία πρὸς τὴν τοιαύτην ἀνάγκην ἐξωθεῖ τὴν διάνοιαν, τί δεῖ τοῖς ὁμολογουμένοις ἐνδιατρίβοντα ἀπο 2.1.501 κναίειν τοὺς ἐντυγχάνοντας τῇ παρατάσει τοῦ λόγου; τίς γὰρ οὕτως ἔξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν νοημάτων τὰς εὐσεβεῖς περὶ θεοῦ ὑπολήψεις ἀθροί ζεσθαι σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι ἢ ἐκ μετα λήψεώς τινων ἑαυτῷ συναγείρειν τὴν τελειότητα; εὕρατό τις καθ' ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπει λήφθω καὶ ἀστρονομίας εὑρετὴς εἶναι ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς καὶ γεωμετρίας καὶ ἄλλων τοιούτων ἐπι τηδευμάτων τινῶν· ἆρ' ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ ὀνό ματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, 2.1.502 σύνθετος διὰ τοῦτο ἡ ψυχὴ νομισθήσεται; καίτοιγε πλεῖ στον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινόμενον τῆς ἀστρο νομικῆς ἐπιστήμης καὶ ἡ γραμματικὴ πρὸς τὴν γεωμετρίαν οὐδεμίαν κατὰ τὸ σημαινόμενον τὴν κοινωνίαν ἔχει, οὐδ' αὖ πάλιν ἡ ναυτιλία καὶ ἡ γεωπονία· ἀλλὰ μὴν περὶ τὴν μίαν ψυχὴν ἑκάστου τούτων τὸν λόγον δυνατόν ἐστιν ἀθροι σθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἡ ψυχὴ γίνεται οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαινό 2.1.503 μενον ἀνακίρναται. εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσού των ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγείρειν τῆς φύσεως; 2.1.504 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. 20εἰ δὲ δεῖ20, φησίν, 20ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσίαν αὐτὴν ἀνεπίμικτον καὶ καθαρὰν φυ λάσσει τῶν χειρόνων καὶ τῶν ἐναντίων20. ἡ μὲν οὖν κατηγορία τοσαύτη, ὁ δὲ τῶν ἐγκλημάτων ἔλεγχος τίς; ἴδωμεν τὴν σφοδρὰν αὐτοῦ καὶ ῥητορικὴν καθ' ἡμῶν ἐπιχείρησιν. 20εἰ κατὰ τὸ ἀτελεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν 2.1.505 ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπαναλαβὼν πάλιν τὸ αὐτό φησιν· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτε λεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός20. ὁ μὲν οὖν 20ἀποτομώτερος αὐτοῦ λόγος20 οὗτός ἐστιν, ὃν καθ' ἡμῶν προοίσειν ἠπείλησεν εἰς ἔλεγχον τοῦ τὴν οὐσίαν τοῦ θεοῦ λέγειν ἡμᾶς ἐπιμεμίχθαι τοῖς ἐναντίοις τε καὶ τοῖς χείροσιν. ἐγὼ δὲ φανερὸν μὲν ἡγοῦμαι τοῖς ἐρρωμένον ἔχουσιν ἐν ἑαυτοῖς τὸ τῆς ἀληθείας κριτήριον, ὅτι οὐδεμίαν