254
τὸ ἄφθαρτον καὶ τὸ ἀγέννητον καὶ ἰσοδυναμεῖν ἀλλήλοις ἑκάτερα τῶν ὀνομάτων διϊσχυρίζοιτο, ὡς μηδεμίαν ἐπ' αὐτῶν εἶναι διαφορὰν τῷ ταὐτὸν ἑκατέροις ἐγκεῖσθαι τὸ σημαινόμενον, καὶ μίαν λέγοι τοῦ ἀφθάρτου καὶ τοῦ ἀγεννήτου τὴν ἔννοιαν, ὁ τὸ ἓν τούτων ὢν καὶ τὸ 2.1.560 ἕτερον πάντως ἐστίν. ἀλλὰ μὴν ἄφθαρτος ὁ υἱὸς εἶναι καὶ παρὰ τούτων οὐκ ἀμφιβάλλεται· ἀγέννητος ἄρα κατὰ τὸν Εὐνομίου λόγον καὶ οὗτός ἐστιν, εἴπερ ταὐτὸν σημαίνει τῇ ἀγεννησίᾳ τὸ ἄφθαρτον. ὥστε δυοῖν θάτερον, ἢ ἄλλο τι παρὰ τὴν ἀφθαρσίαν τὸ ἀγέννητον σημαίνειν συνθήσεται ἢ ἐπιμένων τοῖς δεδογμένοις πολλαχῶς περὶ τὸν μονογενῆ θεὸν βλασφημήσει, ἤτοι φθαρτὸν αὐτὸν ποιῶν ἵνα μὴ ἀγέν νητον λέγῃ, ἢ ἀγέννητον εἶναι κατασκευάζων ἵνα μὴ φθαρ τὸν ἀποδείξῃ. 2.1.561 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολου θίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπερ γὰρ ἐπὶ τῶν τὰ δηλητήρια πωλούντων ἡ ἐν ὀλίγῳ πεῖρα παντὸς τοῦ φαρμάκου τὴν πρὸς τὸν ὄλεθρον δύναμιν τοῖς ὠνου μένοις κατεγγυᾶται, καὶ οὐδεὶς ἀμφιβάλλει τὴν ἐκ τοῦ μέρους διαφθορὰν διά τινος πείρας καταμαθὼν μὴ ὅλον εἶναι τὸ πωλούμενον ὀλέθρου φάρμακον, οὕτως οἶμαι δεῖν καὶ τὴν δηλητηριώδη ταύτην φαρμακείαν τοῦ λόγου διὰ τῶν ἐξητασμένων ἐπιδειχθεῖσαν μηκέτι ἀμφίβολον εἶναι τοῖς γε νοῦν ἔχουσι τὸ διὰ παντὸς εἶναι τοιαύτην οἵα διὰ τῶν φθασάντων ἐλήλεγκται, καὶ τούτου χάριν τὸ μὴ προάγειν εἰς μῆκος τοῦ τοῖς ματαίοις ἐμφιλοχωρεῖν αἱρετώτερον εἶναι 2.1.562 λογίζομαι. ἀλλ' ἐπειδὴ πολλαχόθεν τὸ πιθανὸν ἑαυτοῖς οἱ προστάται τῆς ἀπάτης εὑρίσκουσι καὶ δέος μὴ τὸ παρο φθῆναί τι τῶν πεπονημένων αὐτοῖς εὐπρόσωπος καθ' ἡμῶν γένηται διαβολῆς ἀφορμή, ὡς τὸ ἰσχυρότερον ἐλλελοιπότων, τούτου χάριν παρῃτησάμην τοὺς καθομιλοῦντας ἡμῶν τῇ σπουδῇ μηδεμίαν καταγνόντας ἀδολεσχίαν ἕπεσθαι προθύ μως τῷ λόγῳ πανταχοῦ κατ' ἀνάγκην πρὸς τὰς τοῦ ψεύ 2.1.563 δους ἐπιχειρήσεις ἑαυτὸν ἀντεξάγοντι. ἐπειδὴ τοίνυν μόγις ποτὲ τὸν περὶ τῆς ἐπινοίας ὄνειρον ἐν βαθεῖ τῷ ὕπνῳ δια πλάσσων ἐπαύσατο, τοῖς ἀτόνοις ἐκείνοις καὶ ἀδιανοήτοις τῶν ἐπιχειρημάτων ἑαυτὸν καθοπλίζων μετάγει τὸν λόγον ἐπὶ ἕτερον ὄνειρον πολὺ τῆς προλαβούσης φαντασίας ἀνοη τότερον. ἔξεστι δὲ γνῶναι τοῦ πόνου τὸ μάταιον τὴν περὶ τῆς 20στερήσεως20 αὐτοῦ τεχνολογίαν κατανοή 2.1.564 σαντας. ἀλλὰ τὸ μὲν πάσῃ τῇ φλυαρίᾳ συμπλέκεσθαι αὐτοῦ ἂν εἴη τοῦ Εὐνομίου καὶ τῶν κατ' αὐτὸν τῶν μηδε μίαν πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων ἀναδεδεγμένων φροντίδα. ἡμεῖς δὲ διὰ συντομίας ἐπὶ κεφαλαίῳ τοῖς εἰρη μένοις ἐπιδραμούμεθα, ὡς ἂν μήτε τι τῶν ὑπαιτίων παρα λειφθείη μήτε τι τῶν ματαίων εἰς ἀνόνητον μῆκος προαγάγοι τὸν λόγον. 2.1.565 Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται 20δείξειν τῶν20 ἡμετέ ρων 20δογμάτων ἀτοπίαν20, ὡς αὐτός φησιν, 20ἀνήκε στον καὶ εὐλάβειάν τινα προσποίητον καὶ ἐπί ληπτον20. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· ὁ δὲ τῶν ἐγκλη μάτων ἔλεγχος τίς; 20εἰπόντων20, φησί, 20τινῶν στερήσει γεννήσεως εἶναι τὸν θεὸν ἀγέννητον, ἡμεῖς ἐπ' ἐλέγχῳ τούτων μηδαμῶς ἁρμόζειν τῷ θεῷ μήτε τὴν φωνὴν ταύτην μήτε τὴν ἔννοιαν εἴπο 2.1.566 μεν20. δειξάτω τὸν προστάτην τοῦ λόγου εἴ τις τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι μέχρι τοῦ νῦν εἴτε παρὰ βαρβάροις εἴτε παρ' Ἕλλησι τὸ τοιοῦτον παραφθεγξάμενος δείκνυται, καὶ ἡμεῖς σιωπήσομεν. ἀλλ' οὐκ ἂν ἐλεγχθείη τῶν ἐν παντὶ χρόνῳ γεγενημένων ἀνθρώπων οὐδεὶς τὸ τοιοῦτον εἰπὼν πλὴν εἴ τις μαίνοιτο. τίς γὰρ οὕτως ἐκ μέθης παράφορος, τίς οὕτως ὑπὸ μανίας ἢ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον, ὅτι τῷ ἀγεννήτῳ θεῷ κατὰ φύσιν μὲν ἐστὶν ἡ γέννησις, στερηθεὶς δὲ τοῦ κατὰ φύσιν ἐκ γεννητοῦ τοῦ πρόσθεν γέγονε μετὰ ταῦτα 2.1.567 ἀγέννητος; ἀλλὰ ταῦτα τῆς ῥητορικῆς τὰ τεχνάσματα, τὸ ἐν οἷς ἐλέγχονται προσώπων τινῶν ὑποβολαῖς τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην διαδιδράσκειν. οὕτω καὶ περὶ τῆς ἀπο λογίας ἐκείνης ἀπολελόγηται, δικασταῖς καὶ κατηγόροις ἀνατιθεὶς τῆς