255
ἐπιγραφῆς τὴν αἰτίαν, οὐ κατηγόρους, οὐ κρίσιν, οὐ δικαστήριον ἐπιδεῖξαι δυνάμενος. καὶ νῦν ὡς ἀλλοτρίαν μωρίαν ἐπανορθούμενος 20εἰς ἀνάγκην20 φησὶ 2.1.568 20τοῦ οὕτως εἰπεῖν ἐληλυθέναι20. οὗτος ὁ ἔλεγ χος 20τῆς ἀνηκέστου20 ἡμῶν 20ἀτοπίας καὶ τῆς προσ ποιήτου καὶ ἐπιλήπτου εὐλαβείας20. ἀλλ' 20ἀπο ροῦντας20 ἡμᾶς φησιν 20οὐκ ἔχειν ὅ τι χρησόμεθα τοῖς παροῦσι καὶ τὴν ἀπορίαν ἐπικρυπτομένους ἐκεῖνον μὲν ἐκ τῶν ῥημάτων εἰς τὴν τοῦ κόσμου διαβάλλειν σοφίαν, αὐτοὺς δὲ τὴν τοῦ ἁγίου 2.1.569 πνεύματος οἰκειοῦσθαι διδασκαλίαν20. ἄλλος ὄνει ρος οὗτος, τοσοῦτον ἑαυτῷ προσεῖναι τῆς ἔξω σοφίας οἴεσθαι, ὡς φοβερὸν Βασιλείῳ διὰ τοῦτο δοκεῖν. οὕτω τινὲς καὶ βασιλεῦσιν ὁμόθρονοι καὶ τῆς ὑψηλοτέρας ἀξίας εἶναι πολλάκις ἑαυτοὺς ἐφαντάσθησαν, τῆς ἠπατημένης τῶν ἐνυ πνίων ὄψεως ἐκ τῆς καθ' ὕπαρ ἐπιθυμίας τὴν περὶ τούτου 2.1.570 δόκησιν ἐντιθείσης. οὐκ ἔχοντά φησιν Βασίλειον, ὅ τι τοῖς 2.1.570 εἰρημένοις χρήσεται, διαβάλλειν αὐτὸν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ. πολλοῦ μέντοι τὴν τοιαύτην ἂν διαβολὴν ἐτιμήσατο, τὸ φοβερὸς νομισθῆναι τῇ περιουσίᾳ τῶν λόγων καὶ τῶν ἐπιτυχόντων τινί, μή τί γε Βασιλείῳ καί τινι τῶν κατ' 2.1.571 αὐτόν, εἴπερ τις ὅλως ἐστὶ κατ' αὐτὸν ἢ ἐγένετο. ἀλλὰ τὸν μὲν διὰ μέσου λόγον, εἴπερ λόγος ἐστὶν ἡ ἀνδραποδώδης αὐτοῦ λοιδορία καὶ τὰ ἄμουσα σκώμματα δι' ὧν κατα τρέχειν τῶν ἡμετέρων οἴεται, πάντα παρήσω, βδελυκτόν τε καὶ ἀηδὲς ποιούμενος τοσούτοις μολύσμασι τὸν ἡμέτερον ἐμφορύνεσθαι λόγον, ὥσπερ οἱ τὰ ὀχθώδη τε καὶ ὀδωδότα τῶν ἑλκῶν μυσαττόμενοι καὶ δυσανασχετοῦντες τὴν θέαν τῶν ἀπὸ πληθωρικῆς τινος βαρυχυμίας δι' ἀκροχορδόνων καὶ ἥλων ἀλλοιωθέντων τὴν ἐπιφάνειαν. τὸν δὲ νοῦν αὐτοῦ δι' ὀλίγων ἐκθέμενος τὴν πολλὴν τῶν εἰρημένων παραδραμοῦμαι δυσω δίαν. ἔσται δέ μοι τέως κατ' ἐλευθερίαν ὁ λόγος διεξα γόμενος, οὐδὲν πρὸς τὸ ἐπηρεαστικῶς σπαράσσειν τι τῶν λεγομένων ἐπιστρεφόμενος. 2.1.572 Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ' ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων γνῶσίν τε καὶ θεωρίαν, ὡς ἂν οἷόν τε ᾖ, βλέπει. διχῆ δὲ μεμέ ρισται τῶν ὄντων ἡ φύσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν διαιρουμένη· ἀλλὰ τῶν μὲν κατ' αἴσθησιν φαινομένων διὰ τὸ πρόχειρον τῆς κατανοήσεως κοινὴ πρόκειται πᾶσιν ἡ γνῶσις, οὐδεμίαν περὶ τὸ ὑποκείμενον ἀμφιβολίαν ἐμποιούσης 2.1.573 τῆς αἰσθητικῆς ἐπικρίσεως. τάς τε γὰρ τῶν χρωμάτων καὶ τῶν λοιπῶν ποιοτήτων διαφοράς, ὅσα δι' ἀκοῆς ἢ ὀσφρήσεως ἢ τῆς κατὰ τὴν ἁφὴν ἢ τὴν γεῦσιν αἰσθήσεως ἐπικρίνομεν, ὁμοφώνως πάντες οἱ τῆς αὐτῆς κοινωνοῦντες φύσεως γινώσκομέν τε καὶ ὀνομάζομεν, καὶ ὅσα τῶν λοιπῶν τὴν κατάληψιν ἐπιπολαιοτέραν ἔχειν δοκεῖ τῶν κατὰ τὸν βίον ἀναστρεφομένων πραγμάτων, ἃ πρός τε τὸν πολιτικὸν 2.1.574 καὶ τὸν ἠθικὸν τοῦ βίου σκοπὸν καταγίνεται. ἐν δὲ τῇ θεωρίᾳ τῆς νοερᾶς φύσεως διὰ τὸ ὑπερκεῖσθαι αὐτὴν τῆς αἰσθητικῆς καταλήψεως στοχαστικῶς τῆς διανοίας ἐπορε γομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν ἄλλοι ἄλλως κινού μεθά τε περὶ τὸ ζητούμενον καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν, ἐγγίζοντες ὡς ἔνι μάλιστα τῇ δυνάμει τῶν νοηθέντων διὰ τῆς τῶν ῥημάτων ἐμφάσεως. 2.1.575 ἐν δὲ τούτοις ἔστι μὲν πολλάκις καὶ δι' ἀμφοτέρων κατορ θωθῆναι τὸ σπουδαζόμενον, τῆς τε διανοίας οὐχ ἁμαρτούσης τοῦ ζητουμένου καὶ τῆς φωνῆς εὐθυβόλως τὸ νοηθὲν διὰ τῆς προσφυοῦς ἑρμηνείας ἐξαγγελλούσης· ἔστι δὲ τυχὸν καὶ ἀμφοτέρων ἢ τοῦ ἑτέρου γε τούτων ἀποτυχεῖν, ἢ τῆς καταληπτικῆς διανοίας ἢ τῆς ἑρμηνευτικῆς δυνάμεως τοῦ 2.1.576 προσήκοντος παρενεχθείσης. δύο τοίνυν ὄντων δι' ὧν ἅπας εὐθύνεται λόγος, τῆς τε κατὰ τὸν νοῦν ἀσφαλείας καὶ τῆς ἐν ῥήμασι προφορᾶς, κρεῖττον μὲν ἂν εἴη τὸ δι' ἀμφοτέρων εὐδόκιμον, οὐχ ἧττον δὲ ἀγαθὸν τῆς προσηκούσης μὴ διαμαρτεῖν ὑπολήψεως, κἂν ὁ λόγος ἐλάττων τῆς διανοίας τύχῃ. ὅταν τοίνυν περὶ τῶν ὑψηλῶν καὶ ἀθεάτων ἡ διά