284
δηλαδὴ καὶ ὁ λόγος ὁ πρὸς αὐτὸν ὤν, ὥστε εἰ ὁ θεὸς περιώρισται, καὶ ὁ λόγος πάντως ἐν ὅρῳ, εἰ δὲ τοῦ θεοῦ ἡ ἀπειρία διαβαίνει τὸν ὅρον, οὐδὲ ὁ τούτῳ συνθεωρούμενος 3.2.21 λόγος ὅροις καὶ μέτροις διαλαμβάνεται. οὐ γὰρ ἄν τις εἴποι μὴ πάσῃ τοῦ πατρὸς τῇ θεότητι συνθεωρεῖσθαι τὸν λόγον, ὡς ἂν μὴ τοῦ θεοῦ τὸ μὲν ἐν λόγῳ εἴη, τὸ δὲ γυμνὸν τοῦ λόγου ἐλέγχοιτο. πάλιν ἡ πνευματικὴ τοῦ Ἰωάννου φωνή, πάλιν τῶν νηπιαζόντων τιθηνεῖται τὴν ἀκοὴν ὁ εὐαγγελιστὴς τῷ κηρύγματι· οὔπω τοσοῦτον ηὐξήθημεν ἐν ταῖς πρώταις φωναῖς, ὡς υἱὸν ἀκούσαντες ἀνολίσθητοι μεῖναι διὰ τῆς 3.2.22 συνήθους ἐμφάσεως. διὰ τοῦτο πάλιν ὁ κήρυξ ἀναβοῶν ἐν τῇ τρίτῃ φωνῇ ἔτι λόγον, οὐχ υἱὸν ἀνεκήρυξεν εἰπὼν Καὶ θεὸς ἦν ὁ λόγος. πρῶτον εἶπεν ἐν ᾧ ἦν, εἶτα πρὸς τίνα ἦν, νῦν τί ἐστι λέγει, διὰ τῆς τρίτης ἐπαναλήψεως τελειῶν τὸν σκοπὸν τοῦ κηρύγματος. οὐ γὰρ λόγον, φησί, τινὰ τῶν κατὰ τὸ πρόχειρον νοουμένων, ἀλλὰ θεὸν κηρύσσω ἐν τῷ τοῦ λόγου προσρήματι· οὗτος γὰρ ὁ λόγος, ὃς ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν, οὐκ ἄλλο τι παρὰ τὸν 3.2.23 θεὸν ἦν, ἀλλὰ καὶ αὐτὸς θεὸς ἦν. καὶ συνεχῶς διὰ τῆς ἐπαναλήψεως ἐπακμάζων ταῖς μεγαλοφωνίαις ὁ κήρυξ τοῦτον λέγει τὸν θεόν, τὸν ἐν τῷ κηρύγματι προδηλούμενον, τοῦτον εἶναι δι' οὗ τὰ πάντα ἐγένετο καὶ ζωὴν εἶναι καὶ φῶς ἀνθρώπων καὶ φῶς ἀληθινὸν ἐν σκοτίᾳ λάμπον καὶ ὑπὸ τῆς σκοτίας οὐκ ἀμαυρούμενον, τοῖς ἰδίοις ἐπιδημοῦντα καὶ ὑπὸ τῶν ἰδίων οὐ λαμβανόμενον καὶ σάρκα γενόμενον καὶ διὰ τῆς σαρκὸς τῇ ἀνθρωπίνῃ κατασκηνοῦντα φύσει. καὶ τοσαῦτα προδιεξελθὼν καὶ τοιαῦτα τότε πατέρα λέγει καὶ μονογενῆ ὀνομάζει, ὅτε οὐκέτι κίνδυνος ἦν τις τῷ διὰ το σούτων κεκαθαρμένῳ πρός τινα ῥυπῶσαν κατολισθῆσαι διά νοιαν ἐκ τῆς τοῦ πατρὸς σημασίας. Ἐθεασάμεθα γάρ, φησί, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός. 3.2.24 Εἰπὲ πρὸς ταῦτα τῷ εὐαγγελιστῇ, εἰπὲ τὰ σοφά σου ταῦτα, Εὐνόμιε, ὅτι πῶς πατέρα καὶ πῶς μονογενῆ κατονο μάζεις τῷ λόγῳ, πάσης σωματικῆς γεννήσεως διὰ πάθους ἐνεργουμένης; ἀποκρίνεταί σοι πάντως ὑπὲρ αὐτοῦ ἡ ἀλή θεια, ὅτι ἄλλο θεολογίας ἐστὶ μυστήριον καὶ ἄλλη τῶν ῥευστῶν σωμάτων φυσιολογία. πολλῷ τῷ μέσῳ ἀπ' ἀλλή λων ταῦτα διατετείχισται. τί συνάπτεις διὰ τοῦ λόγου τὰ ἄμικτα; πῶς τῷ ῥυπῶντι λόγῳ τὸ καθαρὸν μολύνεις τῆς θείας γεννήσεως; πῶς διὰ τῶν παθῶν τοῦ σώματος τεχνο λογεῖς τὸ ἀσώματον; μὴ ἐκ τῶν κάτω φυσιολόγει τὰ ἄνω. 3.2.25 υἱὸν θεοῦ κηρύσσω τὸν κύριον, ὅτι καὶ τὸ ἐξ οὐρανῶν εὐαγγέλιον διὰ τῆς φωτεινῆς νεφέλης οὕτως ἐκήρυξεν· Οὗτος γάρ, φησίν, ὁ υἱός μου ὁ ἀγαπητός. οὐ μὴν ἐπειδὴ υἱὸν ἐδιδάχθην, πρὸς τὰς ὧδε τοῦ υἱοῦ σημασίας καθειλ κύσθην ἐκ τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐκ τοῦ πατρὸς οἶδα καὶ ἐκ τοῦ πάθους οὐκ οἶδα. ἐγὼ δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσω, ὅτι οἶδά τινα καὶ σωματικὴν γέν νησιν καθαρεύουσαν πάθους, ὡς καὶ ἐν τούτῳ ψευδῆ τοῦ Εὐνομίου τῆς σωματικῆς γεννήσεως τὴν φυσιολογίαν ἀπε λεγχθῆναι, εἴπερ εὑρεθείη σώματος τόκος πάθος οὐ προσ 3.2.26 δεξάμενος. εἰπὲ γάρ, ἐγένετο σὰρξ ὁ λόγος ἢ οὐχί; οὐκ ἂν εἴποις μὴ γεγενῆσθαι. γέγονε τοίνυν, καὶ οὐκ ἔστιν ὁ ἀρνούμενος. πῶς οὖν ἐφανερώθη ἐν σαρκὶ ὁ θεός; διὰ τόκου πάντως ἐρεῖς. ποίου οὖν τούτου μνησθείς; ἢ δῆλον ὅτι τῆς παρθενίας, καὶ ὅτι τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύ ματος ἁγίου ἦν καὶ ὅτι ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε καὶ οὐδὲν ἧττον ἡ ἀφθαρσία συνδιεφυ 3.2.27 λάχθη τῷ τόκῳ. εἶτα τὴν μὲν ἐκ γυναικὸς γέννησιν κα θαρὰν πάθους εἶναι πιστεύεις, εἴγε πιστεύεις, τὴν δὲ θείαν τε καὶ ἀκήρατον ἐκ τοῦ πατρὸς οὐ δέχῃ, ἵνα μὴ πάθος νοήσῃς περὶ τὴν γέννησιν; ἀλλ' οἶδα σαφῶς ὅτι οὐχὶ τὸ πάθος αὐτῷ φευκτόν ἐστιν ἐν τῷ δόγματι, ὃ μηδὲ τὴν ἀρχὴν ἐνορᾷ τῇ θείᾳ τε καὶ ἀκηράτῳ φύσει· ἀλλ' ὅπως ἂν ὁ ποιητὴς πάσης τῆς κτίσεως μέρος νομισθείη τῆς κτί σεως, ταῦτα κατασκευάζει πρὸς ἄρνησιν τοῦ μονογενοῦς θεοῦ, τῇ ἐσχηματισμένῃ περὶ τὸ πάθος εὐλαβείᾳ συνεργῷ χρώμενος. 3.2.28 Καὶ τοῦτο δείκνυσι περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων 20γεγεννῆσθαι παρὰ