324
κύριον, ὁ δὲ Εὐνόμιος οὐσίαν λέγει τὴν κυριότητα, οὐκ οἶδα πόθεν ὁ λόγος αὐτῷ τὴν ἰσχὺν ἔχει, εἰ μὴ τάχα πάλιν καὶ τὴν τοῦ πνεύματος λέξιν ἀντὶ τῆς οὐσίας λέγοι παρὰ τῇ γραφῇ κεῖσθαι. ἐξετάσωμεν τοίνυν εἴ που τῇ τοῦ πνεύματος λέξει χρησάμενος ὁ ἀπόστολος τὴν οὐσίαν διὰ τῆς φωνῆς ἐνεδεί ξατο. Αὐτό, φησί, τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, καὶ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, καὶ Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωο ποιεῖ, καὶ Εἰ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε, καὶ Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ τίς ἂν ἐξαριθμήσαιτο τὰς τοῦ ἀποστόλου περὶ τούτου φωνάς, ἐν αἷς οὐδαμοῦ τὴν οὐσίαν διὰ τῆς λέξεως ταύτης 3.5.3 σημαινομένην εὑρίσκομεν. ὁ γὰρ λέγων ὅτι Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸ ἅγιον ἐνδείκνυται πνεῦμα τὸ τῇ διανοίᾳ τῶν πιστῶν ἐγγινόμενον· καὶ γὰρ καὶ τὸν νοῦν πολλαχῇ τῶν ἑαυτοῦ λόγων πνεῦμα κατονομάζει, οὗ δεξαμένου τὴν κοινωνίαν τοῦ πνεύματος παραγίνεται τοῖς δεξαμένοις τὸ τῆς υἱοθεσίας ἀξίωμα. καὶ τῷ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, εἰ καὶ ὁ ἄνθρωπος κατὰ τῆς οὐσίας καὶ τὸ πνεῦμα ὡσαύτως, δύο οὐσίαι ὁ ἄνθρωπος ἐκ τῶν εἰρημένων εἶναι 3.5.4 κατασκευάζεται. ὁ δὲ τὸ γράμμα λέγων ἀποκτιννύναι, ζω οποιεῖν δὲ τὸ πνεῦμα, οὐκ οἶδ' ὅπως οὐσίαν ἀντιδιαστέλλει τῷ γράμματι. ἢ πάλιν πῶς οὗτος οἴεται λέγοντα τὸν Παῦλον πνεύματι δεῖν τὰς πράξεις τοῦ σώματος ἀναιρεῖν ἐπὶ τὴν οὐσίαν ἄγειν τὸ τοῦ πνεύματος σημαινόμενον; τὸ δὲ ζῆν πνεύματι καὶ στοιχεῖν πνεύματι, τοῦτο καὶ παντά πασιν ἔξω διανοίας ἂν εἴη, εἰ πρὸς τὴν οὐσίαν τὸ τοῦ πνεύματος σημαινόμενον φέροιτο. τίνι γὰρ ἄλλῳ καὶ οὐχὶ τῇ οὐσίᾳ τοῦ ζῆν μετέχομεν ἅπαντες οἱ ἐν τῷ ζῆν ὄντες; εἶτα περὶ τούτου συμβουλὴν ἡμῖν ὁ ἀπόστολος κατατίθεται οὐσίᾳ ζῆν, ὡς ἂν εἰ ἔλεγεν ὅτι δι' ὑμῶν αὐτῶν καὶ μὴ δι' 3.5.5 ἑτέρων τῆς ζωῆς μετέχετε; εἰ οὖν οὐδαμοῦ ταύτην κυ ρίως ἔστι παραληφθῆναι τὴν ἔννοιαν, πῶς ἐνταῦθα πάλιν τοὺς ὑποκριτὰς τῶν ὀνείρων μιμούμενος ἀντὶ τῆς οὐσίας κελεύει τὸ πνεῦμα παραλαμβάνεσθαι, ἵνα συμπεράνῃ συλλο γιστικῶς τὸ κατὰ τῆς οὐσίας συγκεῖσθαι τὴν κύριος λέξιν; εἰ γὰρ τὸ πνεῦμα οὐσία ἐστίν, ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ὁ κύριος οὐσία πάντως εὑρίσκεται. ὢ πῶς ἀναντα 3.5.6 γώνιστος ἡ τοῦ ἐπιχειρήματος δύναμις. πῶς ἔστιν ἐκδῦναι καὶ ἀναλῦσαι τὴν ἀμήχανον ταύτην τῶν ἀποδείξεων ἀνάγκην; ὁ κύριος, φησί, κατὰ τῆς οὐσίας λέγεται, πῶς τοῦτο κατα σκευάζων; ὅτι φησὶν ὁ ἀπόστολος Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. τί οὖν τοῦτο πρὸς τὴν οὐσίαν; ἀλλὰ τὸ πνεῦμα κε λεύων ἀντὶ τῆς οὐσίας τετάχθαι. αὗται τῶν ἀποδεικτικῶν ἐφόδων αἱ τέχναι, ταῦτα τῆς Ἀριστοτελικῆς τεχνολογίας τὰ κατορθώματα, διὰ τοῦτο ἐλεεινοὶ μὲν ἡμεῖς κατὰ τὸν σὸν λόγον οἱ τῆς σοφίας ταύτης ἀμύητοι, μακαριστὸς δὲ σὺ πάντως ὁ διὰ τῆς τοιαύτης ἐφόδου τἀληθὲς ἀνιχνεύων. οὕτω νοεῖς τὸν ἀπόστολον, ὡς ἀντὶ τῆς οὐσίας τοῦ μονο 3.5.7 γενοῦς οἴεσθαι τὸ πνεῦμα παρ' αὐτοῦ τετάχθαι; πῶς οὖν ἁρμόσεις κατὰ τὸ ἀκόλουθον; οὐ γὰρ τούτοις τὸ νόημα περιγράφεται. εἰπὼν γὰρ ὁ Παῦλος Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ἐπήγαγεν· Οὗ δὲ τὸ πνεῦμα κυρίου ἐλευθερία. εἰ οὖν κύριός ἐστιν ἡ οὐσία, οὐσία δὲ τὸ πνεῦμα, τίς πάλιν ἡ τῆς οὐσίας οὐσία; μία γὰρ οὐσία τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν σόν, ὅπερ ἐστὶν ὁ κύριος. πάλιν τοῦ κυρίου, ὅς ἐστι τὸ πνεῦμα, ἕτερον λέγει πνεῦμα, τουτέστιν ἄλλην οὐσίαν κατὰ τὴν σὴν ἑρμηνείαν. οὐδὲν οὖν ἄλλο κατὰ τὸν ὑμέτερον λόγον ἢ οὐσίαν οὐσίας νοεῖ ὁ ἀπόστολος, κύριον πνεῦμα καὶ πνεῦμα κυρίου διαρρήδην γράφων. 3.5.8 Ἀλλ' Εὐνομίῳ μὲν ἐχέτω τὰ γεγραμμένα κατὰ τὸ ἀρέσκον αὐτῷ, ὃ δὲ ἡμεῖς περὶ τούτων γινώσκομεν, τοιοῦτόν ἐστιν. ἡ θεόπνευστος γραφή, καθὼς ὁ θεῖος ἀπόστολος αὐτὴν ὀνομάζει, τοῦ ἁγίου πνεύματός ἐστι γραφή, τὸ δὲ βούλημα ταύτης ἡ τῶν ἀνθρώπων ἐστὶν ὠφέλεια. Πᾶσα γάρ, φησί, γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ποικίλη δὲ καὶ πολυειδὴς ἡ ὠφέλεια, καθώς φησιν ὁ ἀπόστολος· πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παι 3.5.9 δείαν τὴν ἐν δικαιοσύνῃ. τὸ δὲ τοιοῦτο κέρδος οὐκ