370
γνωρίζων. ὅ τε γὰρ ἄγγελος μηνυτής τινος γίνεται, καὶ ὁ λόγος ὡσ αύτως ἐκκαλύπτει τὸ ἐγκείμενον νόημα, καὶ ἡ σφραγὶς ἐν τῷ ἰδίῳ τύπῳ τὸ ἀρχέτυπον δείκνυσι, καὶ ἡ εἰκὼν τὸ τοῦ ἀπεικονισθέντος κάλλος δι' ἑαυτῆς ἑρμηνεύει, ὡς ἰσοδυνα 3.9.41 μεῖν ταῦτα πάντα τῷ σημαινομένῳ πρὸς ἄλληλα. διὰ τοῦτο τὸ ἄγγελος τῆς τοῦ ὄντος ἐπωνυμίας προτέτακται, ἄγγελος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ πατρός, ὢν δὲ ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πάσης ὑπερ κείμενος τῆς ὀνοματικῆς σημασίας. διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ τοῦ ἀποστόλου μεμαρ τύρηται, οὐχ ὡς ἕν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ' ὡς ὑπὲρ πᾶν ὄνομα ὄντος τοῦ ὄντως ὄντος. 3.9.42 Ἀλλ' ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατει νόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρησιν, καίτοι πολλὰ τῆς διὰ μέσου λογογραφίας τοῦ ἀντιπάλου παραδραμὼν προμηθείᾳ τοῦ μὴ πρὸς πολλὰς ἐπῶν μυριάδας ἐκταθῆναι τὸν λόγον. τοῖς γὰρ φιλοπονωτέροις καὶ τὸ μὴ σύντομον διαβολῆς ἐστιν ἀφορμή, οἷς δὲ μὴ πρὸς τὴν χρεῖαν, ἀλλὰ πρὸς τὴν τῶν ἀργῶν τε καὶ ἀσπούδων ἐπι θυμίαν βλέπει ὁ νοῦς, δι' εὐχῆς ἐστιν ὀλίγοις βήμασι πολλὰ στάδια τῆς ὁδοῦ διανύειν. τί οὖν χρὴ πράττειν ἐφελκο 3.9.43 μένης ἡμᾶς ἐπὶ τὸ πρόσω τῆς βλασφημίας; ἢ τάχα περιττόν ἐστι καὶ ὄντως ἀδόλεσχον τοῖς ὁμοίοις τῶν ἐπιχειρημάτων ἐναγωνίζεσθαι; πᾶσα γὰρ αὐτῶν ἡ σπουδὴ καὶ κατὰ τὸν ἐφεξῆς αὐτοῦ λόγον σύμφωνος τοῖς προεξητασμένοις ἐστίν, οὐδὲν καινὸν εἰς κατασκευὴν παρὰ τὰ προλαβόντα τῶν ἐπιχειρημάτων ἔχουσα. εἰ τοίνυν ἔρρωται ἡμῖν ἡ τῶν προ εκτεθέντων ἀνατροπή, καὶ τὰ λειπόμενα τοῖς προεξητασ μένοις συναπελήλεγκται· εἰ δὲ τοῖς ἐριστικοῖς καὶ ἀντι τύποις ἐν τῷ παρειμένῳ τὸ κράτιστον εἶναι δοκεῖ, ἀναγκαῖον ἂν εἴη τούτων ἕνεκεν διὰ βραχέων ἐπιδραμεῖν τὸ ὑπόλοιπον. 3.9.44 Λέγει μὴ εἶναι τὸν κύριον πρὸ τῆς ἰδίας γεννήσεως ὁ μηδενὶ τοῦ πατρὸς αὐτὸν διειργόμενον ἐπιδεικνύειν ἔχων, καὶ τοῦτό φησιν οὐκ ἀπὸ γραφῆς τὸν λόγον πιστούμενος, ἀλλ' ἐκ τῶν ἰδίων λογισμῶν κατασκευάζων τὸ λῆμμα. τοῦτο δὲ κοινὸν πρὸς ἅπαντα τὰ τῆς κτίσεως ἀποδέδεικται μέρη· οὐ βάτραχος, οὐ σκώληξ, οὐ κάνθαρος, οὐ πόα, οὐκ ἄκανθα, οὐκ ἄλλο τι τῶν εὐτελεστάτων πρὸ τῆς ἰδίας 3.9.45 συστάσεως ἦν. ὥστε ὅπερ διὰ τῆς λογικῆς τεχνολογίας ἐπὶ τοῦ υἱοῦ σὺν ἱδρῶτι καὶ πόνῳ κατασκευάζει, τοῦτο καὶ ἐπὶ τῶν τυχόντων τῆς κτίσεως μορίων προωμολόγηται, καὶ ὁ πολύς ἐστι πόνος τῷ λογογράφῳ δεῖξαι τοῖς ἐσχάτοις τῶν ἐν τῇ κτίσει τὸν μονογενῆ θεὸν ἐν τῇ κοινωνίᾳ τῶν ἰδιωμάτων ὁμότιμον. οὐκοῦν ἱκανὸν τεκμήριον τοῦ κακῶς αὐτοὺς περὶ τῶν δογμάτων φρονεῖν τὸ συμβαίνειν αὐτοῖς τὰς ὑπολήψεις τήν τε περὶ τοῦ μονογενοῦς θεοῦ καὶ τὴν 3.9.46 περὶ τῆς τῶν βατράχων γενέσεως. εἶτά φησιν ἴσον κατ' ἀλήθειαν καὶ δύναμιν τῷ ἀγέννητον μὴ εἶναι τὸ πρὸ γεν νήσεως μὴ εἶναι. πάλιν ὁ αὐτὸς ἁρμόσει καὶ πρὸς τοῦτό μοι λόγος, ὅτι καὶ ἐπὶ κυνὸς καὶ ψύλλης καὶ ὄφεως καὶ οὑτινοσοῦν τῶν ἐσχάτων τὸ ἴσον εἰπών τις οὐχ ἁμαρτήσεται, ἐπείπερ ἴσον κατὰ ἀλήθειαν καὶ δύναμιν τῷ ἀγέννητον μὴ εἶναι τὸν κύνα τὸ πρὸ τῆς γεννήσεως αὐτὸν μὴ εἶναι. εἰ δὲ κατὰ τὸν διορισμὸν αὐτῶν, ὃν πολλαχῇ διωρίσαντο, ὅσα κοινωνεῖ τῶν ἰδιωμάτων, κοινωνεῖ καὶ τῆς φύσεως, ἴδιον δὲ τοῦ κυνὸς καὶ τῶν καθ' ἕκαστον τὸ πρὸ τοῦ γενέσθαι μὴ εἶναι, ὅπερ καὶ ἐπὶ τοῦ υἱοῦ κατασκευάζειν οἴεται χρῆναι, τὸ λειπόμενον τῆς κατασκευῆς ὁ ἀκροατὴς πάντως ἐκ τοῦ ἀκολούθου κατόψεται. 3.9.47 Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν 20οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν20 ὁ μικρὸν ἐν τοῖς κατόπιν τῆς τοῦ ὄντος ἐπωνυμίας αὐτὸν ἀποσχοινίζων, 20ἀλλὰ καὶ κύριον αὐτόν20, φησί, 20καὶ δημιουργὸν καὶ θεὸν πάσης αἰσθητῆς τε καὶ νοητῆς οὐσίας λέγομεν20. ἣν τί οἴεται, κτιστὴν εἶναι ἢ ἄκτιστον; εἰ γὰρ πάσης νοητῆς οὐσίας ὁμολογεῖ κύριον καὶ θεὸν καὶ δημιουργὸν εἶναι τὸν υἱόν, ἀνάγκη πᾶσα, εἰ μὲν ἄκτιστον εἶναι λέγοι ταύτην,