1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

3

ὑπερέχοντι τῆς δυνάμεως πρὸς τὸ δοκοῦν διοικούμενος, ἢ ἄλλης τινὸς ὑπερκειμένης ἐνεργείας ὑπουργὸν εἶναι τὴν τῆς εἱμαρμένης ὑποτίθεται δύναμιν, ὥστε καὶ αὐτὴν τρόπον τινὰ ὑπὸ ἑτέραν εἱμαρμένην κεῖσθαι τῇ ὑπερεχούσῃ συνδιατιθεμένην αἰτίᾳ. εἰ μὲν γὰρ αὕτη τὸ κατὰ πάντων κράτος ἔχειν πεπίστευται, τὸ μηδὲν ὑπερκεῖσθαι ταύτης ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν οἴεσθαι· εἰ δὲ τῇ κινήσει τῶν ἄστρων ἀκολουθοῦσαν τὴν εἱμαρμένην κρατεῖν αὐτὴν βιαίᾳ τινὶ ἀνάγκῃ τῶν πάντων διισχυρίζεται, ἀσφαλέστερον ἦν τῷ 37 προηγουμένῳ μᾶλλον ἢ τῷ ἑπομένῳ τὴν παντοδύναμον ταύτην προσμαρτυρεῖν ἐξουσίαν καὶ τὰ ἄστρα τούτων αἴτια λέγειν ἢ τὴν ἀπλανῆ περιφορὰν ἢ τοὺς ἐντὸς ταύτης ἐνθεωρουμένους κύκλους ἢ τὸν λοξῶς ἐγκεχαραγμένον τῷ πόλῳ κύκλον. εἰ γάρ τις δοίη καθ' ὑπόθεσιν μὴ κινεῖσθαι ταῦτα μηδὲ διὰ τῆς ἀϊδίου κυκλοφορίας ἢ ἐν ἀλλήλοις ἢ ἀπ' ἀλλήλων γίνεσθαι, ἀλλ' ἐπὶ τοῦ αὐτοῦ σχήματος ὡσαύτως ἔχειν ἀεί, οὐκ ἂν ἡ εἱμαρμένη συσταίη. εἰ οὖν ἡ κίνησις τῶν ἄστρων τίκτει τὴν εἱμαρμένην, ἄρα μάτην ἐπικρατεῖν αὕτη τῶν ἄλλων νομίζεται ἡ τῇ ὑπερκειμένῃ αἰτίᾳ δουλεύουσα, καὶ μὴ ἂν οὖσα, εἰ μὴ ἡ κίνησις εἴη. Ἀλλ' οὐ τοῦτο, φησὶν ὁ φιλόσοφος ἐκεῖνος, οὐχ οὕτως ὁ ἡμέτερος νομίζει λόγος, τὸ εἶναι αὐτὴν ἐφ' ἑαυτῆς τὴν εἱμαρμένην ἐν ὑποστάσει τινὶ θεωρουμένην· ἀλλ' ἐπειδὴ μία τίς ἐστιν ἐν τοῖς οὖσι συμπάθεια καὶ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ καὶ τὰ καθ' ἕκαστον ἐν τῷ παντὶ θεωρούμενα οἷον ἐπὶ σώματος ἑνὸς ἐν μιᾷ συμπνοίᾳ καταλαμβάνεται πάντων πρὸς ἄλληλα τῶν μερῶν συννευόντων, τούτου χάριν ἀρχηγικωτέρας οὔσης τῆς ἄνω λήξεως τὰ περίγεια πάντα τῷ προηγουμένῳ συνδιατίθεται καὶ πρὸς ἐκεῖνο νεύει, κατὰ τὴν ἄνω κίνησιν καὶ τῶν τῇδε πραγμάτων ἐξ ἀνάγκης συγκινουμένων, ἐν διαφόρῳ δέ, καθὼς εἴρηται, τῇ δυνάμει 38 ἑκάστου τῶν ἄστρων θεωρουμένου. ὥσπερ ἐπὶ τῆς ἰατρικῆς φαρμακείας αἱ τῶν εἰδῶν ποιότητες λόγῳ τινὶ τεχνικῷ συμ μιχθεῖσαι ἄλλο τι τὸ ἐκ τοῦ κοινοῦ συγκραθὲν ἀπειργάσαντο καὶ οὐχ ὅπερ ἕκαστον ἦν πρὸ τῆς πρὸς ἄλληλα μίξεως, οὕτω καὶ τῶν ἀστρῴων δυνάμεων ἐν διαφόροις ἰδιότησι θεω ρουμένων, ἡ ποικίλη κατὰ τοὺς προσεγγισμοὺς αὐτῶν καὶ τὰς ἀποστάσεις γινομένη τῶν διαφόρων ἰδιωμάτων συμπλοκὴ τὰς ποικίλας τῶν κατὰ τὸν βίον ἀποτελουμένων διαφορὰς ἐξεργάζεται οἷόν τινος ἀπορροῆς ἀδιασπάστως ἐκεῖθεν ἐφ' ἡμᾶς διηκούσης. διά τοι τοῦτο καὶ παρὰ τῶν ἐπιμελέστε ρον τὰ τοιαῦτα φιλοσοφούντων αἱ προρρήσεις τῶν ἐσομένων οὐχ ἁμαρτάνονται. ὡς γὰρ ὁ τῆς ἰατρικῆς ἐπιστήμων, εἰ τὸ θερμὸν ἢ ναρκῶδες φάρμακον ἀνακραθείη τῷ ἁλμῶντι ἢ παραστύφοντι, προλέγει τὴν συστησομένην ἐκ τῆς τῶν ἑτεροφυῶν μίξεως ἰδιότητα καὶ τί κατεργάζεται καὶ μέχρι τίνος τὴν ἰσχὺν ἔχει καὶ τίνι μὲν ὀλέθριον τίνι δὲ ἀλεξητήριον γίνεται, οὕτως καὶ ὁ τοῖς ἄνω δι' ἐπιμελείας προσεσχηκὼς καὶ τὴν ἑκάστου τῶν ὄντων φύσιν κατανοήσας εἴσεται τὴν ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς δύναμιν τί ἀποτελέσει. αὕτη δὲ ἡ ἀπορροὴ οὐδὲ ἐν ὀλίγῳ πρὸς ἑαυτὴν ὁμοίως ἔχει, ἀλλὰ διὰ τὸ ἀστατεῖν ἀεὶ τῶν ἐπιπλεκομένων ἀλλήλοις ἄστρων τὴν κίνησιν ἀναγκαίως κἀκείνη τῇ συνεχείᾳ τῆς κατὰ τὴν κίνησιν ἑτερότητος συναλλοιοῦται ἀεὶ συμμετακιρναμένη τῇ ποικιλίᾳ τῆς κινήσεως καὶ τὰς ἐνεργείας ἑαυτῆς τῇ κινήσει τῶν ἄστρων συνεξαλλάσσουσα· ἧς τῶν ἐπὶ τὸν βίον παραγομένων ἕκαστος 39 κατὰ τὴν ἐν τῷ ἀκαρεῖ τοῦ διαστήματος ἐπιτυχοῦσαν αὐτῷ μοῖραν σπάσας ἐκεῖνο γίνεται ὅπερ ἡ ἰδιότης τοῦ μέρους ἐκείνου προεμήνυσέ τε καὶ ἀπετέλεσεν· ἀνάγκη γὰρ πᾶσα, καθάπερ ἐν ἐκμαγείῳ σφραγῖδος τῷ ἐντεθέντι κηρῷ τὸ κατὰ τὴν γλυφὴν εἶδος περιτυποῦται, οὕτως καὶ τοῦ ἀνθρώπου τὸν βίον, ᾧ ἂν συνενεχθῇ μορίῳ τῆς ἀπορρεούσης δυνάμεως ἐκ τῆς τῶν ἄστρων κινήσεως, κατὰ τὴν ἐκείνου τοῦ μέρους ἰδιότητα τυποῦσθαι κἀκεῖνο γίνεσθαι ὅπερ εἶχεν ἐν ἑαυτῇ τῆς ἀπορροίας ἡ μοῖρα ἣν ἔσπασεν εὐθὺς τοῦ βίου ἀρχόμενος· ᾗ ἅπαξ ἐνσφραγισθεὶς κατὰ τὴν ἐκεῖθεν ὁρισθεῖσαν δύναμιν ἀναγκαίως ἐν τῇ κατὰ τὸν βίον ἰδιότητι συμμορφοῦται ταῦτα ποιῶν ἢ πάσχων ὧν τὰς ἀρχὰς ἢ τὰς αἰτίας ἡ πρώτη ἔντευξις