1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

ἐρίων φοράν· ἐν ἑνὶ δὲ τούτων γενόμενον [ἢ] τόνδε τὸν κατὰ τὸ ἐναντίον ἀνειλούμενον κατὰ τὴν φυσικῶς ἐνυπάρχουσαν αὐτῷ δύναμιν διὰ τῆς τῶν ἰδιωμάτων ἐπιμιξίας τοιάνδε τῶν τικτομένων μοῖραν κατασκευάζειν. τί οὖν; εἰπέ μοι, ἑκὼν ὁ ταῦρός ἐστιν ὑποζύγιος; καὶ καταθύμιον τῷ κριῷ τὸ κείρεσθαι λέγεις; τό τε βλαπτικὸν καὶ ναρκῶδες τῷ τὸν ἀνωτάτω περιοδεύοντι πόλον ἢ τὸ θερμὸν τῷ πυρόεντι ἢ ἄλλῳ τινὶ τῶν θεωρουμένων ἡ ἐνυπάρχουσα δύναμις ἑκουσίως ἢ κατὰ τὸ 48 ἀκούσιον πρόσεστιν; εἰ μὲν ἑκόντες ἐν κακοῖς εἰσι καὶ βλα πτικοὶ ἐκ προαιρέσεως γίνονται, δυστυχίαν ἄντικρυς αὐτῶν ὁ ταῦτα λέγων καταψηφίζεται τῷ κατ' ἐξουσίαν αὐτοῖς προκειμένης τῆς κρείττονος λήξεως ἐν ἡδονῇ τὸ ἀτιμότερον τίθεσθαι· εἰ δὲ οὐκ ἐκ προαιρέσεως τούτων ἕκαστόν ἐστιν ὅπερ νομίζεται, ἀλλ' ἔκ τινος ἀνάγκης ἐγένετο, ἄρα τις καὶ τούτοις ὑπερκειμένη πάλιν αὐτῶν εἱμαρμένη ἑτέρα τὰς τῶν φύσεών τε καὶ δυνάμεων ἐπέκλωσεν ἰδιότητας· ὥστε ζητεῖν ἐπάναγκες ἄλλα ἄστρα τούτων ὑπέρτερα καὶ κίνησιν ἐφ' ἑαυτῶν ἰδιάζουσαν ὧν ἡ ποιὰ συμπλοκὴ κατά τινα εἱμαρμένης ἀνάγκην ἢ δούλειον εἶναι τὸν Ταῦρον ἢ ἐπιζήμιον τὸν Κριὸν ἀπειργάσατο ἢ τὸν Καρκίνον ἀκέφαλον ἢ εἴ τι ἄλλο περὶ ἑκάστου τούτων οἱ λῆροι τῶν σοφῶν διέρχονται. καὶ εἰ ταῦτα τὰ φαινόμενα ἡμῖν κατ' ἀνάγκην τινὸς εἱμαρμένης ἐστὶ τοιαῦτα, πάντως καὶ τῆς ὑπερκειμένης ἐκείνης ἀνάγκης ἑτέραν αἰτίαν ἀναγκαστικὴν τῆς τοιαύτης καταστάσεως προσ επινοήσει ὁ λόγος κἀκείνης ἄλλην καὶ πάλιν ἄλλην τῆς ἄλλης, καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται εἱμαρμένην εἱμαρμένης καὶ μοίρας μοῖραν καὶ ἀνάγκης ἀνάγκην προσαναπλάσσων. Ταῦτα δέ μου διεξιόντος καὶ διὰ τῶν τοιούτων νοημάτων πρὸς τὸ ἄτοπον τὸν λόγον ἐκβάλλοντος ἐπικόψας μεταξὺ διὰ καταφορᾶς προϊόντα τὸν λόγον ὁ προσδιαλεγόμενός μοι φιλόσοφος, Τί μάχῃ, φησί, τῇ ἐναργείᾳ; τί δὲ οὐχ ἕπῃ τοῖς διὰ τῶν ἀριθμῶν παρατετηρηκόσι τὴν τῶν ὄντων ἀλήθειαν, οἷς εἰ πρὸς ἀκρίβειαν ἡ ὥρα ληφθείη τῆς τοῦ ἀποκυηθέντος γεννήσεως, πᾶσαν δι' ἀκολούθου τὴν ζωὴν τοῦ τεχθέντος προ 49 αγορεύουσι· τὸν χρόνον, τὸν τρόπον, τὰ τῶν ἠθῶν ἰδιώματα, τὰς κινδυνώδεις περιστάσεις, γάμους καὶ παιδοποιΐας καὶ ἀξιωμάτων ἐπιτυχίας, ἢ καὶ τὸ ἔμπαλιν, ἀπαιδίας καὶ νόσους καὶ ἀτιμίας καὶ βραχύτητα βίου καὶ τὰ ἐκ πενίας κακά; τούτων οὖν δι' ἀκριβείας προσημανθέντων καὶ τῇ ἐκβάσει τῆς ἀληθείας μαρτυρηθείσης, τίς ἔτι σοι λόγος ἐστὶν ἀπιστοῦντι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ; ἐγὼ δὲ τῶν τοιούτων προρρήσεων τὰς αἰτίας μικρὸν ὕστερον εἰπὼν ζητήσειν ἠρόμην· πότερον ἄλογός ἐστι καὶ συντυχικὴ τῶν τοιούτων ἐκβάσεων ἡ αἰτία, ἤ τινα καὶ λόγον τῇ παρατηρήσει ταύτῃ συνεφευρίσκουσιν, ὡς μὴ ἔξω τοῦ εἰκότος γενέσθαι τὸ γινόμενον; Καὶ μάλα μέν τοι, φησί, καὶ λόγος ἔπεστι τοῖς γινομένοις. ὅταν γὰρ ἐκ τῆς ποιᾶς τῶν κατὰ τὰ ἄστρα ποιοτήτων συμπτώσεως τοιάδε σώ ματος κρᾶσις τῷ τικτομένῳ συστῇ, ὁ κατειληφὼς δι' ἀκρι βείας τῶν οὐρανίων τὴν θεωρίαν καὶ τὸ συστήσεσθαι τήνδε τὴν κρᾶσιν περὶ τὸν τεχθέντα προκατενόησε καὶ τὸ δύνασθαι μέχρι τοῦδε τοῦ μέτρου τὴν ζωὴν ἐξαρκέσαι, πλείονος μὲν ἐπὶ τῆς ἐρρωμενεστέρας, ἐλάττονος δὲ πάλιν ἐπὶ τῆς νοσω δεστέρας τοῦ σώματος κράσεως. ἐγὼ δὲ τοῖς ῥηθεῖσιν ἐπι γελάσας, Ἐλελήθεις ἡμᾶς, πρὸς αὐτὸν εἶπον, Γαληνοῦ καὶ Ἱπποκράτους καὶ τῶν τοιούτων ἐγγόνους εἶναι τὰς εἱμαρμένας δοξάζων, ἐπεὶ κἀκεῖνοι χαίρειν τὴν τῶν ἄστρων ἀφέντες κίνησιν ἐκ τοῦ ὑποκειμένου στοχαστικῶς τὸ μέλλον προαγορεύουσιν. ὅταν ὀφθαλμοὶ κοῖλοι καὶ κρόταφοι συμπεπτωκότες καὶ τὰ μέτωπα περιεσκληκότα τῷ δέρματι, τὸν θάνατον προμηνύουσι. πολλοῖς δέ, εἶπον, νοσωδέστερον διακειμένοις τὰ σώματα καὶ ὅσον οὐδέπω προσδοκωμένοις 50 τεθνήξεσθαι πρὸς τὸ ἔμπαλιν ἐξ ἰατρικῆς ἀνεκλώσθη τῆς τοιαύτης εἱμαρμένης τὰ νήματα· οἷον δὴ καὶ τὸν παιδοτρίβην Ἡρόδικον ὁ Πλάτωνος ἱστόρησε λόγος, ὅτι διὰ γυμναστικῆς ἐμπειρίας εἰς παντελῆ μὲν ὑγιείαν ἐπιθανατίου τοῦ νοσήματος ὄντος ἐπαναγαγεῖν τὸ σῶμα οὐχ οἶός τε ἦν, ἀεὶ δὲ