1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

11

τῶν κατὰ τὸ ἀντικείμενον ἑκάστῳ τῶν ἀγαθῶν θεωρουμένων καταλαμβάνεται, ὥστε ἀντὶ μὲν ζωῆς θάνατον, ἀντὶ δὲ ἀληθείας ἀπάτην, καὶ ἀνθ' ἑκάστου τῶν βελτιόνων τὴν ἀντιδιαστελλομένην κακίαν παρ' αὐτῆς τοῖς ἀνθρώποις 59 ἐπάγεσθαι· εἶναι γὰρ αὐτῇ τοῦτο φίλον ὅπερ ἂν τῇ φύσει τοῖς ἀνθρώποις ἐπ' ὀλέθρῳ γίνηται. ὥσπερ δὲ οἱ διὰ τῶν δηλητηρίων κακοποιοῦντες πολλάκις καὶ μέλιτι τὸ φθεῖρον ἐφηδύνουσι φάρμακον οὐκ εὐφρᾶναι τῇ γεύσει τὸν βλαπτόμενον σπουδὴν ποιούμενοι, ἀλλ' ἐκκλέψαι τὴν τοῦ φθείροντος αἴσθησιν, οὕτω καὶ ἡ φθοροποιὸς αὕτη φύσις σκοπὸν ἔχουσα τῆς ἀγαθῆς φύσεως ἀποστῆσαι τὸν ἄνθρωπον ἀγαθῶν τινων πραγμάτων μορφὰς ὑποδύεται προρρήσεσί τισι καὶ ἰατρείαις τὸν ἐγκεκρυμμένον τῆς ἀπάτης λόχον ἐπικαλύπτουσα, ὡς ἂν τούτῳ προσέχοντες τὸ δείλαιον τῶν ἀνθρώπων γένος τοῦτό τε νομίζοντες ἀγαθὸν εἶναι τοῦ ὄντος κατὰ φύσιν ἀγαθοῦ μηδεμίαν ἔχοιεν ἐπιθυμίαν. διά τοι τοῦτο, καθ' ὅπερ ἄν τις προγνώσεως εἶδος διά τινος ἀπάτης προ ειλημμένος τύχῃ, κατ' ἐκεῖνο καὶ ἡ ἀπατηλὴ τῶν δαιμόνων ὑπήκουσε δύναμις, ἐν ἡπατοσκοπίαις καὶ οἰωνισμοῖς, ἐν κληδόσιν, ἐν νεκυίαις, ἐν γενεθλιαλογίαις, ἑκάστου τούτων οὐ κατὰ τὸν αὐτὸν τρόπον ἀλλὰ διαφόρως τὸ ἐφεξῆς προμηνύον τος. ὥσπερ τοίνυν ὁ τῷ ἥπατι τὸ μέλλον διασημαίνων ἢ ὁ διά τινος κληδόνος προεικάσας τὸ ἐσόμενον ἢ ὁ πρὸς τὴν πτῆσιν τοῦ οἰωνοῦ βλέπων οὐ τῇ τῆς εἱμαρμένης ἀνάγκῃ τὰ τοιαῦτα προαγορεύειν κατεπαγγέλλεται, κατὰ τὸν αὐτὸν τρόπον μιᾶς οὔσης αἰτίας, καθὼς εἴρηται, τῆς τὸ τοιοῦτο τῆς προρρήσεως εἶδος μετιούσης (λέγω δὲ κατὰ τὴν ἀπατηλὴν τῶν δαιμόνων ἐνέργειαν), οὐκ ἐπειδή ποτέ τι κατὰ τὸ συμβὰν ἐπετεύχθη 60 τῶν εἰρημένων, εἴπερ δὴ καὶ ὅλως ἐπετεύχθη, διὰ τούτου ἡ τῆς εἱμαρμένης ἀποδείκνυται δύναμις, ἐπεὶ πᾶν προρρήσεως εἶδος εἰκότως ἂν ἐξ εἱμαρμένης τὴν ἰσχὺν ἔχειν κατα- σκευάζοιτο· ὥστε ἡμῖν μίαν μὲν εἱμαρμένην εἶναι τὸν ὄνειρον, ἑτέραν δὲ τὴν ἐκ παλμῶν παρατήρησιν, ἄλλην δὲ ἐξ οἰωνισμῶν ἢ κληδόνων ἤ τινων συμβόλων συνισταμένην. εἰ δὲ οὐδὲν ἐπ' ἐκείνων κωλύει καὶ πρόρρησιν εἶναι καὶ εἱμαρμένην μὴ εἶναι, οὐδὲ εἴ τις ἐξ ἀριθμοῦ τοῖς γενεθλιαλογοῦσιν ἐπετεύχθη πρόρρησις, ἀρκοῦσα γένοιτο ἂν πίστις εἰς τὸ μὴ ῥαδίως τὰ τοιαῦτα ἐπιτυγχάνεσθαι. καίτοι γε οὐδὲ ἀκριβεῖς τε καὶ ἀναμφίβολοι παρὰ τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων αἱ προμηνύσεις γίνονται, ἀλλὰ πολλὰς ἑαυτοῖς ἀναχωρήσεις παρασκευάζουσιν ἐπὶ τῇ ἐκβάσει, εἰ πρὸς τοὐναντίον ὁ λόγος ἐλέγχοιτο, καί τινα προτεχνολογοῦσιν ἑαυτοῖς οἷς τούτων μέλει, ὥστε μὴ τῆς ἐπιστήμης τῷ ἐσφαλμένῳ τῆς κατὰ τὴν ὥραν σημειώσεως τὴν ἀποτυχίαν λογίζεσθαι, καὶ λοξαὶ ὡς 61 ἐπίπαν καὶ πρὸς τὸ διπλοῦν τῶν ἐκβάσεων ἐπαμφοτερίζουσαι γίνονται παρ' αὐτῶν αἱ προρρήσεις, ἵν' ὅπερ ἂν ἐκβῇ, τοῦτο προμεμηνῦσθαι δόξῃ. πολλάκις γὰρ τὸ περιφανές τε καὶ τὸ ὑπὲρ τοὺς ἄλλους ὁ τὴν ὥραν τῆς γενέσεως κατανοήσας ἐμήνυσεν. εἶτα ἐν ἐξαισίοις τισὶ συμφοραῖς τούτου γεγονότος οὐδὲν διεσφάλθαι ὁ προαγορεύσας διισχυρίσατο· ἔσχε γὰρ ὑπὲρ τοὺς ἄλλους τὸ πλέον εἰς τὴν τῶν κακῶν μετουσίαν. καὶ τούτων ἡ καθ' ἡμᾶς ἱστορία μάρτυς ἐστίν. Οὐάλεντος γὰρ τοῦ βασιλέως ἐπὶ τῆς Ῥωμαίων ὄντος ἀρχῆς ἀπάτη τις τοιαύτη πρὸς τὴν ἀνταρσίαν τῆς ἀρχῆς παρεκίνησε. καὶ ὁ μὲν ὥρμησεν ἐφόδιον πρὸς τὴν τόλμαν τὴν τῶν γενεθλιαλογούντων προαγόρευσιν ἔχων· τὸ δὲ πέρας τῆς ἐγχειρήσεως τοιοῦτον ἐγένετο, ὥστε αὐτὸν τῶν ἐπὶ ταῖς μεγίσταις ἀρχαῖς γνωρισθέντων ἐν τῷ μεγέθει τῆς συμφορᾶς γενέσθαι δια- σημότερον· καὶ τοῦτο συνηγορία τῆς γενεθλιαλογίας τοῖς πολλοῖς ἐνομίσθη, ὅτι τὸ κατὰ συμφορὰν μέγεθος ἀντὶ τοῦ μεγέθους τῶν ἀγαθῶν τῷ ἀνδρὶ συνηνέχθη. Ἐγὼ δὲ τὸ μὲν πεπλανημένας τὰς περὶ τούτων γενέσθαι προαγορεύσεις οὔπω μέγα ποιοῦμαι τεκμήριον τοῦ μὴ ἑστάναι τῆς εἱμαρμένης τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλαῖς καὶ ἄλλαις ἐπινοίαις ἡ ἀπατηλὴ τῶν δαιμόνων δύναμις τὰς προρρήσεις σοφίζεται. καὶ γὰρ καὶ ὕδωρ τι μαντικὸν παραφορὰς καὶ 62 μανίας τοῖς γευσαμένοις