1

 2

 3

2

δουλεία (ἀτιμοῖ γὰρ τῆς ψυχῆς τὴν εὐγένειαν), ὁ δὲ πόρνος ἁμαρτίας ἀδοξότερος δοῦλος· βόρβορον ἀντλεῖν παρ' αὐτῇ τεταγμένος 9.214 μολυσμοῦ συνάγει σωρὸν καὶ ἀκάθαρτον λειτουργεῖ ἐργασίαν. ἢ οὐ δεινὸν ἐγκυλίεσθαι πηλῷ, αἰσχρότητι τρίβεσθαι, ῥάκους ἔχειν τὸ σῶμα μὴ διαλλάττον; ποία γὰρ ῥάκους καὶ πόρνου διαφορά; τοῦ τῆς εὐσεβείας ἀπεσχίσθη σώματος, φθείρεται καθημερινῇ σηπεδόνι, ταῖς τῆς ἁμαρτίας ὁδοῖς ὡς ἄχρηστον ἐναπορρίπτεται ῥάκος, κεῖται πᾶσι καταπάτημα δαίμοσιν, εἰς αὐτὸ ὁ διάβολος τὴν ἰδίαν ἀπομάσσεται σῆψιν.

Τῆς νοητῆς δὲ τοῦ πόρνου κακοπραγίας ἡ πρόδηλος καὶ σαφὴς οὐκ ἐλάττων· ἔστι γὰρ φευκτὸς οἰκίαις, ἀπευκτὸς συν τυχίαις, τοῖς πλησιάζουσιν ὕβρις, τοῖς ἐχθραίνουσιν ὄνειδος, συγγενέσιν αἰσχύνη, συνοίκοις ἐπάρατος, ἀθυμία γονεῦσιν, οἰκέταις θεατρισμός, γελώμενον διήγημα γείτοσι, γῆμαι σπου δάζων ἀπόβλητος, ὕποπτος μετὰ γάμον νυμφίος, μισούμενος τέκνοις πατήρ, εὐκαταφρόνητος σύμβουλος, ἀηδὴς χαριζό μενος, αἰτῶν ἀηδέστερος, πόρρωθεν ὀφθεὶς λυπηρός, νοσῶν ἀθλιώτερος, τεθνεὼς ἀτιμότερος. τοσούτου πλήθους κακῶν τὴν πορνείαν ὁ Παῦλος μητέρα θεώμενος τὴν νικητήριον φυγὴν ἡμῖν ἀρτίως παραγγέλλων ἐβόα· Φεύγετε τὴν πορνείαν. Αὕτη ἡ φωνὴ νεανίσκου με νῦν ἀνέμνησε σώφρονος κατ' Αἰγυπτιακῆς πορνείας διὰ φυγῆς ἀριστεύσαντος. καίτοι γε πολλὰ τῷ νεανίσκῳ τὴν πειθὼ κατεσκεύαζεν· ἡλικία φιλή δονος, δουλείας ζυγός, δεσποίνης ἐρωτικὴ κολακεία, διάλεξις συνεχὴς ἀσελγείας, λαθραία πρὸς μίξιν παράκλησις. Ἐγένετο γὰρ τοιαύτη τις ἡμέρα καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν 9.215 ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω καὶ ἐπεσπάσατο ἡ κυρία τῶν ἱματίων αὐτοῦ λέγουσα· κοιμήθητι μετ' ἐμοῦ. μέγα τὸ τῆς σωφροσύνης ἀξίωμα· τοῦ δούλου τὴν δέσποιναν κατεσκεύασε δούλην· ὁ μὲν γὰρ ἱκετεύετο, ἡ δὲ ἱκέτευεν· Κοιμήθητι μετ' ἐμοῦ, κοιμήθητι. πεπυρωμένον τῆς πορνείας τὸ βέλος, ἀλλ' ὕλην ψυχῆς καιομένην οὐχ εὗρεν, εἰς ἐσθῆτα δὲ τὴν διάλυσιν ἔσχεν, ἣν τὸ τῆς πορνείας ἀναιδὲς περισφίγγον ἐβόα· Κοιμήθητι μετ' ἐμοῦ. μυκᾶται τὸν τῆς πορνικῆς ἐπιθυμίας λιμόν, ἀλλ' ἔκλειεν μᾶλλον τὰ τοῦ σώφρονος ὦτα. ἡ μὲν γὰρ ἔλεγε· Κοιμήθητι μετ' ἐμοῦ, ἀντεκήρυττε δὲ ἡ σωφροσύνη τῷ νέῳ· γρηγόρησον μετ' ἐμοῦ, καὶ τοῖς ἔργοις ἐκεῖνος ἐδήλου τὸ ἄγρυπνον· οὐ γὰρ ἐνύσταξε ταῖς κολακείαις ὁ τόνος, οὐχ ὕπνωσεν ἡ γνώμη ταῖς ἐπῳδαῖς, οὐκ ἐκαθεύδησε τῆς σωφροσύνης ἡ νῆψις, οὐ ταῖς κατασχού σαις ὑπεξελύθη λαβαῖς, οὐ τοῖς τῆς μορφῆς καλλωπισμοῖς ἡλιεύθη, οὐ ῥημάτων ἐρωτικῶν διεκλάσθη θωπείαις, ἀλλ' ἦν αὐτῷ πικροτέρα λοιδορίας τῆς δεσποίνης ἡ φωνὴ κολα κευούσης· Κοιμήθητι μετ' ἐμοῦ. ἕτοιμος εἱστήκει τῆς μοιχείας νυμφαγωγὸς ὁ διάβολος καὶ συνέσφιγγε τὴν ἐσθῆτα τῇ πόρνῃ καὶ τῶν παρ' ἐκείνης συνεκοινώνει λαβῶν, οὐκ ᾔδει δὲ τεχνίτῃ παλαίων ἀθλητῇ σωφροσύνης καὶ καλῶς τὰς ἐκείνης ἀπεκδυομένῳ λαβάς. Καταλιπὼν γάρ, φησί, τὰ ἱμάτια εἰς τὰς χεῖρας αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω. ὢ γυμνότης ἁγιωτέρα ἐνδύσεως. τί γοῦν τῆς Αἰγυπτιακῆς ἀκολασίας ἡ λύσσα; τὰ ἑαυτῆς κακὰ τῷ Ἰωσὴφ περιτίθησι 9.216 καὶ δραμοῦσα πρὸς τὸν ἄνδρα φησίν· Εἰσήγαγες ἡμῖν παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν· εἶπέ μοι γὰρ τῇ γυναικί σου τῇ μέχρι τοῦ νῦν σωφρόνως φυλαξάσῃ τὴν κοίτην σου· κοιμηθήσο μαι μετὰ σοῦ. ὡς δὲ ὕψωσα τὴν φωνήν μου καὶ ἀνεβόησα, ἀφῆκε τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ καὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω. πάλιν Ἰωσὴφ δι' ἐσθῆτος συκοφαντεῖται· ἀδελφοὶ πρότερον αὐτοῦ τὸν χιτῶνα λαβόντες ὡς θηριόβρωτον αὐτὸν δι' ἐκείνου ἐσυκοφάντουν κακούργως, νῦν αὕτη τὸν χιτῶνα λαβοῦσα διαβάλλει ὡς πόρνον. πρέπουσα τῷ Ἰωσὴφ ἡ τοῦ δεσπότου φωνή· ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἐπέβαλον ψεῦδος. γλυκεία τῷ τῶν σωφρόνων στρατῷ τῆς σωφροσύνης ἡ ῥητορεία, ἀλλ' ἐπίπονος τῇ τῆς σαρκὸς ἀσθενείᾳ. ὢ τῆς δικαίας ἐπὶ τῷ Ἰωσὴφ παρὰ θεοῦ προστασίας· πρὸ τῶν πειρασμῶν τὸν Ἰωσὴφ οὐκ ἐτίμησεν, ἀλλ' ἔδειξε δι' ὀνειράτων τὸ μέλλον διδάσκων ὅτι