1

 2

 3

 4

 5

 6

 7

 8

1

De creatione hominis sermo alter

ΟΜΙΛΙΑ Β ΕΙΣ ΤΟΝ ΑΝΘΡΩΠΟΝ

Ὁ μὲν σοφὸς Σολομὼν οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς

πνεύματος ἁγίου σοφισθείς, ἐν τοῖς ἀρτίως ἡμῖν ἀνεγνωσμένοις ἀποσεμνύνων τὸν ἄνθρωπον ἐβόα λέγων· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων· ἐγὼ δὲ ματαίως κατ' ἐμαυτὸν ἐσκόπουν ἅ τε εἶχον ἐν τῇ ἐμαυτοῦ διανοίᾳ καὶ ἃ παρὰ τῆς γραφῆς δεδιδαγμένος ἤμην περὶ τοῦ ἀνθρώπου. αὐτὸς μὲν γὰρ ἐλογιζόμην ὅτι πῶς μέγα ἄνθρωπος, τὸ ἐπίκηρον ζῷον τὸ μυρίοις πάθεσιν ὑποκείμενον τὸ ἐκ γενετῆς εἰς γῆρας μυρίων κακῶν ἑσμὸν ἐξαντλοῦν, περὶ οὗ εἴρηται· Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; καὶ ὁ μὲν ψαλμῳδὸς καταφρονεῖ ὡς εὐτελοῦς τοῦ ζῴου καὶ ἡ παροιμία ἀποσεμνύνει ὡς μέγα τι τὸν ἄνθρωπον. ἀλλά μοι τὴν τοιαύτην διαπόρησιν ἔλυσεν ἡ ἱστορία τῆς γενέσεως τοῦ 42 ἀνθρώπου ἀναγνωσθεῖσα. ἠκούομεν γὰρ νῦν ὅτι Ὁ θεὸς ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. εὗρον ἐκ τοῦ ῥήματος τούτου ἀμφότερα, ὅτι οὐδὲν ἄνθρωπος καὶ μέγα ἄνθρωπος· ἐὰν πρὸς τὴν φύσιν μόνον ἀποβλέψῃς, τὸ μηδὲν καὶ τοῦ μηδενὸς ἄξιος, ἐὰν δὲ πρὸς τὴν τιμὴν ἣν ἐτιμήθη, μέγα ἄνθρωπος. ποία;

Εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. σύγκρινον ἀνθρώπου γένεσιν καὶ φωτὸς γένεσιν. ἐκεῖ εἶπε· Γενηθήτω στερέωμα. ὁ μέγας οὐρανὸς ἄνωθεν ἡμῖν ὑπερτέταται ῥήματι θεοῦ γενόμενος· ἀστέρες καὶ ἥλιος καὶ σελήνη καὶ πάντα, ὅσα θεωροῦμεν ὀφθαλμῷ καὶ ὅσα νῷ καταλαμβάνομεν μεγέθη, ῥήματι ἔσχε τὸ εἶναι. θάλασσα καὶ γῆ καὶ ἡ ἐν αὐτοῖς διακόσμησις, ζῴων γένη παντοδαπά, φυτῶν διάφοροι ποικιλίαι, πάντα ταῦτα τῷ ῥήματι γέγονεν. ἄνθρω πος δέ, πῶς; οὐκ ἐλέχθη· γενηθήτω ἄνθρωπος ὡς Γενηθήτω 43 στερέωμα, ἀλλὰ πλεῖόν τι ὁρᾷς ἐν τῷ ἀνθρώπῳ· ὑπὲρ φῶς, ὑπὲρ οὐρανόν, ὑπὲρ φωστῆρας, ὑπὲρ πάντα ἡ ἀνθρώπου γένεσις. Ἔλαβε κύριος ὁ θεός· καταξιοῖ ἰδίᾳ χειρὶ διαπλά σαι τὸ ἡμέτερον σῶμα. οὐ προσέταξεν ἀγγέλῳ, οὐχ ἡ γῆ αὐτομάτως ὥσπερ τοὺς τέττιγας ἡμᾶς ἐξέβρασεν, οὐκ εἶπε τόδε καὶ τόδε ποιῆσαι λειτουργικαῖς δυνάμεσιν, ἀλλ' ἰδίᾳ χειρὶ φιλοτεχνεῖ. Γῆν ἔλαβεν. ὅταν πρὸς τὸ ληφθὲν ἀπίδῃς, Τί ἐστιν ἄνθρωπος; ὅταν πρὸς τὸν πλάσαντα κατανοήσῃς, Μέγα ἄνθρωπος· ὡς καὶ τὸ μηδὲν διὰ τὴν ὕλην καὶ μέγα διὰ τὴν τιμήν. Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ ἐν τοῖς κατόπιν· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἐνταῦθα δὲ ἄνωθεν ἀνθρώπου γένεσις; ὡς μηδὲν περὶ ἀνθρώπου δεδιδαγμένων ἡμῶν ἡ ἱστορία λέγει· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. ἤδη τινὲς ἔφασαν τὸ μὲν Ἔπλασεν ἐπὶ τοῦ σώματος εἰρῆσθαι, τὸ δὲ Ἐποίησεν ἐπὶ τῆς 44 ψυχῆς. ἴσως οὐκ ἔξω τῆς ἀληθείας ὁ λόγος· ὅπου μὲν γὰρ εἴρηται· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τὸ Ἐποίησεν εἴρηται· ὅπου δὲ λοιπὸν περὶ τῆς σωματικῆς ὑποστάσεως ἡμῖν διηγεῖται, τὸ Ἔπλασε λέγει. διαφορὰν δὲ ποιήσεως καὶ πλάσεως ὁ ψαλμῳδὸς ἐδίδαξεν εἰπών· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. ἐποίησε τὸν ἔσω ἄνθρωπον, ἔπλασε τὸν ἔξω. καὶ γὰρ πρέπει ἡ μὲν πλάσις πηλῷ, ἡ δὲ ποίησις τῷ Κατ' εἰκόνα· ὥστε ἐπλάσθη μὲν ἡ σάρξ, ἐποιήθη δὲ ἡ ψυχή. ἄνω τοίνυν εἰπὼν περὶ ψυχῆς ὑποστάσεως νῦν περὶ τῆς τοῦ σώματος διαπλά σεως ἡμῖν διαλέγεται. ἔχε δὲ καὶ τοῦτον τὸν λόγον. τίς δὲ ἕτερος; ὅτι τὰ μὲν ἐν κεφαλαίῳ λέγεται, τὰ δὲ κατὰ τὸν τρόπον ὃν γέγονεν ἡμῖν παραδίδοται. ἄνωθεν οὖν ὅτι καὶ 45 ἐποίησεν, ὧδε καὶ πῶς ἐποίησεν. εἰ γὰρ ἁπλῶς εἶπεν ὅτι ἐποίησεν, ἐνόμισας ἂν ὅτι ἐποίησεν ὡς τὰ κτήνη, ὡς τὰ θηρία, ὡς τὰ φυτά, ὡς τὸν χόρτον. ἵνα οὖν φύγῃς τὴν πρὸς τὰ ἀγριώτερα