1

 2

 3

 4

 5

 6

 7

 8

8

ἐνέργειαν ἐπιτελοίη. Ἐὰν βουληθῶμεν εἰπεῖν † μόνον τῶν περὶ ἡμᾶς τεχνικῶς παρὰ θεοῦ γενομένων, ἐπιλείψει ἡμᾶς ἡ ἡμέρα πᾶσα. ἀλλ' ἐξ ἑνὸς τούτου πάντων ὑμεῖς λάβετε τὴν ἔννοιαν. ἡμᾶς δὲ ἐπειγομένους ἐπί τινα ὁδὸν ἀναγκαίαν μετ' εὐχῶν προπέμψατε, ἵνα ἐν τάχει ὑμῖν ἀποσωθέντες καὶ τῶν λειπομένων ἀποδῶμεν τὸ χρέος χάριτι τοῦ πάντα οἰκονομήσαντος περὶ ἡμᾶς κυρίου τοῦ κτίσαντος ἡμᾶς τῇ ἑαυτοῦ χάριτι, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.