1

 2

 3

 4

 5

 6

 7

 8

2

ὡς τὰ θηρία, ὡς τὰ φυτά, ὡς ὁ χόρτος. ἵνα οὖν φύγῃς τὴν πρὸς τὰ ἀλογώτερα καὶ ἀναισθητότερα κοινωνίαν, τὴν ἰδιάζουσαν περὶ σὲ τοῦ θεοῦ φιλοτέχνησιν ὁ λόγος παρέδωκεν. Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε ταῖς ἰδίαις χερσίν. ἐνθυμήθητι πῶς ἐπλάσθης· χείρ ἐστι θεοῦ ἡ κατασκευάσασά σε. τὸ οὖν παρὰ θεοῦ πλασθὲν μὴ μιανθήτω διὰ πονηρίας, μὴ ἀλλοιω θήτω διὰ κακίας, μὴ ἐκπέσῃς βίᾳ τῆς συνεχούσης σε χειρὸς τοῦ θεοῦ. σκεῦος εἶ θεόπλαστον παρὰ θεοῦ γενόμενον· δόξαζε τὸν ποιήσαντα. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐγένου ἢ ἵνα ὄργανον ᾖς ἐπιτή δειον τῆς δόξης τοῦ θεοῦ. καὶ ὁ κόσμος οὗτος ὅλος ὥσπερ τι βιβλίον ἔγγραφον ὑπαγορευόμενον τὴν τοῦ θεοῦ δόξαν τὴν ἀπό 46aκρυφον καὶ ἀόρατον καὶ τὴν μεγαλωσύνην αὐτοῦ διαγγέλλον σοι τῷ νοῦν ἔχοντι εἰς κατανόησιν ἀληθείας. πάντως γὰρ μέμνησαι τῶν εἰρημένων. Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. διπλῆ γὰρ ἡ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ ψυχῆς. σώματος μὲν γὰρ αὔξησις ἡ ἀπὸ μικροῦ εἰς τὸ καθῆκον μέτρον ἀποκατάστασις, ψυχῆς δὲ αὔξησις ἡ διὰ τῶν μαθημάτων εἰς τελείωσιν προσθήκη. τὸ οὖν Αὐξάνεσθε ἐπὶ πάντων λεγόμενον τοῖς μὲν ἀλόγοις ζῴοις κατὰ τὴν τοῦ σώματος τελείωσιν καὶ τὸν ἀπαρτισμὸν τῆς φύσεως εἴρηται, ἡμῖν δὲ τοῖς λογικοῖς τὸ Αὐξάνεσθε κατὰ τὸν ἔσω ἄνθρωπον κα τὰ τὴν προκοπὴν τὴν εἰς θεὸν ἀνάγουσαν. οἷος ἦν Παῦλος τοῖς μὲν ἔμ 47aπροσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενος. αὕτη ἐστὶν ἡ αὔξησις, ἡ τῶν θεωρημάτων τῆς εὐσεβείας ἀνάληψις, ἡ τοῦ πλείονος ἐπέκτασις, τὸ ἀεὶ ὀρέγεσθαι ἡμᾶς τῶν ὑπὲρ ἡμᾶς καὶ τὰ προγενόμενα μὲν κατόπιν ἀφιέναι, τὰ λείποντα δὲ τῆς εὐσεβείας ταῦτα ὅση δύναμις ἐπιζητεῖν. οἷος ἦν ὁ Ἰσαάκ, περὶ οὗ ἡ μαρτυρία ἐκείνη ἀναγέγραπται ὅτι Προβαίνων ὑψοῦτο, μέχρις οὗ μέγας ἐγένετο. οὐ γὰρ ἀπέστη οὐδὲ μικρὸν αὐξηθεὶς ἀπέμεινεν, ἀλλὰ προέβαινεν ἀεὶ διαβήμασι μεγάλοις ἀναβαίνων ἐπὶ τῆς ἀρετῆς· διέβη μεγάλῳ βήματι τὴν σωφροσύνην, ἐπέβη τῆς δικαιοσύνης, ἐκεῖθεν ἐπὶ τὴν ἀνδρείαν ἀνέβη. οὕτω διαβαίνων ἐπὶ τὸ ἄκρον τοῦ ὕψους τοῦ ἀγαθοῦ κορυφοῦται ὁ δίκαιος. Αὐξάνεσθε οὖν αὔξησιν τὴν κατὰ θεόν, τελείωσιν τὴν κατὰ τὸν ἐντὸς ἄνθρωπον. Πληθύνεσθε· ἐκκλησίας ἡ εὐλογία. μὴ ἐν ἑνί, φησί, καὶ δυσὶ περιγραφήτω 48aἡ θεολογία, ἀλλ' εἰς πᾶσαν τὴν γῆν κηρυχθήτω τὸ εὐαγγέλιον τῆς σωτηρίας. Πληθύνεσθε. τίνες; οἱ κατὰ τὸ εὐαγγέλιον γεννώμενοι.

Πληρώσατε τὴν γῆν. τὴν σάρκα τὴν δεδομένην ὑμῖν εἰς ὑπηρεσίαν πληρώσατε ἀγαθῶν ἔργων· ὀφθαλμὸς πλήρης ἔστω τοῦ ὁρᾶν τὰ δέοντα· χεὶρ πλήρης ἔστω τῶν ἀγαθῶν ἔργων· πόδες βαδιζέσθωσαν εἰς ἐπίσκεψιν ἀσθενούντων πορευτικοὶ ὄντες ἐφ' ἃ προσήκει. πᾶσα ἡ τῶν μελῶν ἡμῶν κατάστασις πλήρης ἔστω τῶν κατὰ τὰς ἐντολὰς ἐργασιῶν. τοῦτο γάρ ἐστι τὸ Πληρώσατε τὴν γῆν. κοιναὶ μὲν γὰρ τυχὸν καὶ τοῖς ἀλόγοις αἱ τοιαῦται φωναί, ἰδιάζουσαι δὲ πρὸς τὸν ἄνθρωπον γίνονται, ὅταν ἡμεῖς τῷ Κατ' εἰκόνα καὶ ᾧ ἐτιμήθημεν τούτῳ ἀδιαλείπτως χρησώμεθα. ἐκεῖνα μὲν γὰρ σωματικῶς αὔξει, ἡμεῖς δὲ πνευματικῶς· καὶ τὰ μὲν τῷ πλήθει πληροῖ τὴν γῆν, ἡμεῖς δὲ ταῖς ἀγαθαῖς ἐργασίαις πληροῦμεν τὴν συνεζευγμένην ἡμῖν γῆν, τουτέστι τὴν σωματικὴν διάπλασιν. Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ, ὑμῖν ἔσται εἰς βρῶσιν. μηδὲν παρατρεχέτω ἡ ἐκκλησία· πάντα νόμιμά ἐστιν. οὐκ εἶπε· δέδωκα ὑμῖν τοὺς ἰχθύας 49aεἰς βρῶσιν, δέδωκα ὑμῖν τὰ κτήνη, τὰ πετεινά, τὰ τετράποδα. οὐ γὰρ τούτου ἕνεκεν ἐκτίσθησαν, ἀλλ' ἡ πρώτη νομοθεσία καρπῶν ἀπόλαυσιν συνεχώρησεν. ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι εἶναι τοῦ παραδείσου καὶ τῆς ἐν αὐτῷ διαίτης. οἷον δέ ἐστι καὶ τὸ ἐν τῷ λανθάνοντι παρακείμενον μυστήριον, ὅτι οὐ μόνον ἡμῖν ἀλλὰ καὶ τοῖς ἀλόγοις πᾶσι ζῴοις ἡ αὐτὴ ἐκ τῶν καρπῶν τῆς γῆς καὶ τῶν σπερμάτων ὡρίσθη τῷ τότε τροφή. Ἰδού, γάρ φησι, δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς