1

 2

 3

 4

 5

 6

 7

 8

3

βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς. καὶ μὴν <ἂν> εἴποι τις· ὁρῶμεν ἀρτίως τὰ πλείονα τῶν θηρίων καρποῖς μὴ τρεφόμενα. ποίῳ γὰρ καρπῷ ἀνέχεται πάρδαλις τρέφεσθαι; τίς δὲ καρπὸς δύναται λέοντα θρέψαι; ἀλλ' ἴστω, ὅτι καὶ 50aταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς τὸ πρὶν διετρέφετο· ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἐξεδιῃτήθη καὶ ἐξέβη τοὺς ὅρους τοὺς δεδομένους αὐτῷ, μετὰ τὸν κατακλυσμὸν εἰδὼς ὁ κύριος ἀφειδεῖς τοὺς ἀνθρώπους πάντων τὴν ἀπόλαυσιν συνεχώρησε· φάγεσθε γὰρ ταῦτα ὡς λάχανα χόρτου. ταύτῃ τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῷα εὐθὺς ἔλαβε τὴν τοῦ σαρκοφαγεῖν ἄδειαν. ἐξ ἐκείνου λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες † ὁμοῦ τῷ γεννηθῆναι ζῷα περιεσκόπουν τὴν γῆν· οὔπω γάρ τι ἀπέθανε τῶν παρὰ θεοῦ σημαινομένων ἢ γενομένων, ἵνα γῦπες τραφῶσιν· οὔτε φύσις διεχώριζεν, ἀκμαία γάρ· οὔτε θηραταὶ ἀνάλωσαν, οὔπω γὰρ ἐπιτήδευσις ἀνθρώπων· οὔτε θηρία διέσπα, οὔπω γὰρ ἦν αἱμοβόρα. (γυψὶ δὲ σύνηθες ἀπὸ νεκρῶν διαιτᾶσθαι.) ὥστε οὔπω ἦν 51aνεκρά, οὔπω δυσωδία, οὔπω τοιαύτη τροφὴ γυπῶν, ἀλλὰ πάντες τὰ κύκνων διῃτῶντο καὶ πάντα τοὺς λειμῶνας ἐπενέμετο. καὶ οἷα ὁρῶμεν κύνας θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐσθίοντας (οὐκ ἐπειδὴ συμφυὴς αὐτοῖς ἐστιν ἡ τροφή, ἀλλ' ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα), τοιαῦτα λόγισαι καθεστάναι καὶ τότε τὰ νῦν ὠμοβόρα τῶν ζῴων χόρτον ἑαυτοῖς τροφὴν ἐπινοεῖν οὐκ ἀλλήλοις ἐπιβουλεύοντα. ὁποία γὰρ μέλλει εἶναι μετὰ ταῦτα ἡ ἀποκατάστασις, τοιαύτη πάντως ἦν καὶ ἡ πρώτη γένεσις. ἐπανέρχεται δὲ ὁ ἄνθρωπος ἐπὶ τὴν παλαιὰν αὐτοῦ καὶ πρώτην κατάστασιν τῆς πονηρίας ἀφέμενος, τῆς περὶ τὴν γεηρὰν ταύτην καὶ ὀδυνηρὰν ζωὴν μοχθηρίας, τῶν περὶ τὰ βιωτικὰ ταῦτα τὰ τὴν ψυχὴν συνθολοῦντα φροντίδων καὶ μεριμνῶν. ταῦτα οὖν πάντα ἀποθέμενος ἐπὶ τὸν ἐν παραδείσῳ ὑποστρέφει βίον ἐκεῖνον τὸν ἀδούλωτον τοῖς πάθεσι τῆς σαρκός, τὸν ἐλεύθερον, τὸν ἀγγέλοις σύντροφον, τὸν οἰκεῖον θεῷ. Ταῦτα δὲ εἴρηται ἡμῖν, οὐκ ἐπειδὴ τὸν ἄνθρωπον ἀποκλείειν θέλομεν τῆς συγκεχωρημένης παρὰ θεοῦ χρήσεως τῶν βρωμάτων, ἀλλ' ἵνα τὸν πρώην μακαρίσωμεν χρόνον. οἵα ἦν ἡ τότε ζωή, ὅπως ἀπροσδεής, ὅπως ὀλιγαρκής. πῶς βραχέα πάνυ καὶ εὐπόριστα τὰ πρὸς τὴν τοῦ βίου διαγωγὴν τοῖς ἀνθρώποις συντείνοντα καὶ πῶς τὸ ποικίλον τῆς διαίτης ἡμῖν ὕστερον ἡ τῆς 52aἁμαρτίας συνεισήνεγκεν αἰτία. ἐπειδὴ γὰρ τῆς ἀληθινῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ ἐξεπέσαμεν, νενοθευμένας τρυφὰς ἑαυτοῖς ἐπενοησάμεθα· καὶ ἐπειδὴ οὐκέτι βλέπομεν τὸ ξύλον τῆς ζωῆς οὐδὲ τῷ κάλλει ἐκείνου ἐναβρυνόμεθα, ἐδόθησαν ἡμῖν εἰς ἀπόλαυσιν μάγειροι λοιπὸν καὶ ἀρτοποιοὶ καὶ πεμμάτων ποικιλίαι καὶ θυμια μάτων καὶ τοιαῦτά τινα παραμυθούμενα ἡμῶν τὴν ἐκεῖθεν ἔκπτωσιν. ὥσπερ οἱ νοσοῦντες, ὅταν καταβληθῶσιν ὑπὸ χαλεπῆς ἀρρωστίας, μὴ δυνάμενοι μετέχειν τῆς συνήθους τῶν βρωμάτων ἀπολαύσεως ὀσφραντοῖς καὶ τοιούτοις τισὶ παρὰ τῶν ἰατρῶν δεξιώμασι τὰς παρη γορίας λαμβάνουσιν· ἐπειδὴ γὰρ τῶν στερεωτέρων ἐκπεπτώκασιν, εἰς ἀπόλαυσιν σύμμετρον τῇ ἀσθενείᾳ τούτων οἱ κολακεύοντες αὐτῶν τὰς αἰσθήσεις περινοοῦσι τὴν θεραπείαν. πλὴν ἀλλὰ καὶ νῦν οἱ βουλόμενοι κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἄγειν ἑαυτοὺς φεύγωμεν ὁλοσχερῶς ταύτην τὴν πολύυλον τῶν βρωμάτων ἀπόλαυσιν, ἐπ' ἐκεῖνον δὲ τὸν πρότερον βίον, καθ' ὅσον ἐστὶ δυνατόν, ἀναγώμεθα καρποῖς καὶ σπέρμασι καὶ ἀκροδρύοις χρώμενοι πρὸς ἀρκοῦσαν διατροφήν, εἴ τι δὲ περιττὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποπεμπόμενοι. οὐχ ὅτι 53aβδελυκτά· ἐκ θεοῦ γὰρ πάντα γεγένηται· ἀλλ' ὅτι βλαβερὰ διὰ τὴν σαρκικὴν εὐπάθειαν. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. λεγέτωσαν ἀριθμητικοὶ καὶ οἱ περὶ τὰ τοιαῦτα ἐσχολακότες καὶ τὴν τοιαύτην σοφίαν ἀντὶ μεγάλου τινὸς κατορθώματος προβεβλη μένοι, οἱ μὲν ὅτι συγγενὴς τῇ τοῦ κόσμου κτίσει ὁ ἓξ ἀριθμός, οἱ δὲ ὅτι πολύγονός ἐστι καὶ πολλὰ σχήματα ἀριθμῶν τίκτων