1

 2

 3

 4

 5

 6

 7

 8

4

ἀφ' ἑαυτοῦ καὶ ὅτι τέλειος τοῖς ἑαυτοῦ μέρεσι καὶ ὅσα ἄλλα περὶ τῆς ἑξάδος ἐν ταῖς σχολικαῖς διαλέξεσιν ἀριθμητικοὶ διηγοῦνται. λεγέτωσαν καὶ περὶ τῆς ἑβδομάδος, ὅτι στείρωσίς ἐστιν ἐν τῷ ἑβδόμῳ· οὔτε γὰρ γεννᾷ ἄλλον ἀφ' ἑαυτοῦ οὔτε παρ' ἑτέρου γεννᾶται ὁ ἑπτὰ ἀριθμός. ἡμεῖς δέ, ἵνα μὴ εἰς πολύυλον μετενεχθέντες λόγον ἔξω γενώμεθα τῆς πρὸς ὑμᾶς διαλέξεως, ἐπὶ τὰ εὐγνωμονέστερα χωρήσομεν καὶ ἀναγκαιότερα. εἰ δέ τις καὶ περὶ ἐκεῖνα ἔχει τινὰ ἐμπειρίαν, ἴστω ὅτι καὶ παρ' ἡμῖν ὁ τούτων θησαυρὸς 54aἐναπόκειται.

Οὐ φρονοῦμεν δὲ τούτοις μέγα διὰ τὸ ἐκ τῆς τοῦ κόσμου ταῦτα εἶναι σοφίας, ἃ περιφρονεῖν μᾶλλον ἡμεῖς ὡς μικρὰ καὶ ἀσυντελῆ πρὸς ἀρετὴν ἀλλ' οὐκ ἐπιδείκνυσθαι ἐντετάλ μεθα. ἵνα γοῦν δείξωμεν αὐτοῖς ὅτι τὰ ἐκείνων περισπούδαστα ἡμῖν ἐστιν εὐκαταφρόνητα, τοὺς μὲν τοιούτους λόγους σιωπῇ παραδρά μωμεν, τοῖς δὲ μετὰ χεῖρα καὶ ὠφελιμωτέροις ἐμφιλοχωρήσωμεν. ἅμα δὲ καὶ οὐδὲ τῷ κοινῷ καὶ ἰδιώτῃ λαῷ εὔληπτος ἡ τῶν τεχνικῶν ἐκείνων καὶ σοφιστικῶν λόγων θεωρία. πάρεστι δὲ ἡ ἐκκλησία οὐ παραδόξων λόγων ἀκρόασιν ἐκδεχομένη, ἀλλὰ τῶν ἐπ' οἰκοδομῇ οἰκείᾳ θεωρημάτων ἐπιζητοῦσα τὰς λύσεις. Τετίμηται τοίνυν ἡ ἑβδόμη ἡμέρα, τὸ σάββατον, κἀντεῦθεν ὁ ἕβδομος παρὰ Ἰουδαίοις ἀριθμὸς τίμιος· ἐν ᾧ αἱ σκηνοπηγίαι, αἱ σάλπιγγες, ἡ ἡμέρα τοῦ ἱλασμοῦ. καὶ ἐνιαυτὸς δὲ ὁ ἕβδομος 55aπαρ' ἐκείνοις τίμιος ὁ τῆς ἀφέσεως λεγόμενος. ἐξῆν μὲν γὰρ αὐτοῖς ἓξ ἔτη ἐργᾶσθαι τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἐνιαυτῷ τοῖς αὐτομάτοις ἀρκεῖ σθαι, ὅτε εἶχον τὴν γῆν τῆς ἐπαγγελίας. ἓξ ἔτη ἐδούλευεν ὁ Ἑβραῖος καὶ τῷ ἑβδόμῳ ἀφεῖτο τῆς δουλείας. ἑβδομηκοστῷ ἔτει ἐλύθη παρ' αὐτοῖς ἡ αἰχμαλωσία. ὡσαύτως ἔστιν ἰδεῖν καὶ τὰ ἡμέτερα. Ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. οὕτως οἰκειούμεθα καὶ ἡμεῖς τὴν ἑβδομάδα. ἕβδομος ἀπὸ γενέσεως οὐκ εἶδε θάνατον· μυστήριον τοῦτο ἐκκλησίας. ἕβδομος ἀπὸ Ἀβραὰμ Μωυσῆς νόμον ἔλαβε. τοῦτο μεταβολὴ βίου, ἀνομίας ἀνάλυσις, δικαιοσύνης εἴσοδος, θεοῦ ἐπιδημία, εὐταξία εἰς κόσμον, νομοθέτησις τῶν πρακτέων. ἑβδομηκοστῇ καὶ ἑβδόμῃ γενεᾷ ἀπὸ Ἀδὰμ ὁ Χριστὸς ἐφάνη. οἶδε τὸ μυστήριον τῆς ἑβδομάδος Πέτρος· Ποσάκις ἁμαρτήσει ὁ ἀδελφός μου εἰς ἐμὲ καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 56aἀπεκρίθη ὁ διδάσκαλος καὶ οὐδ' αὐτὸς ἀπέστη τοῦ ἑπτά, ἀλλ' εἶπε μὲν ὡς ᾔδει ὁ μαθητής, ὑπερέβαλε δὲ τῷ πλούτῳ ὁ δεσπότης· Ποσάκις ἁμαρτή σει καὶ ἀφήσω; οὐκ εἶπεν· ἕως ἑξάκις ἢ ἕως ὀκτάκις. εἶτα ἐπήγαγεν Ἕως ἑβδομηκοντάκις ἑπτά. οὐκ εἰς ἄλλον μετέπεσε τῇ αὐξήσει ἀριθμόν. οὐκ εἶπεν· ἑκατοντάκις ἑκατόν, ἀλλὰ τὸν ἑπτὰ ἐπολυπλασίασεν. οὔτε ὁ Πέτρος ἄλλον ἠρώτησεν ἀριθμὸν οὔτε ὁ κύριος ἐξέβη τοῦ κανόνος τοῦ ἑβδοματικοῦ. παρετήρησεν ὁ Πέτρος ὅ τι κανὼν παραδόσεως ἀρχαῖός ἐστι, τὴν ἑβδομάδα ἔμφασιν ἔχειν τινὸς ἀφέσεως ἁμαρτη μάτων, ἀναπαύσεως τελείας, οὗ σημεῖον τὸ σάββατόν ἐστιν, ἡ ἑβδόμη ἀπὸ γενέσεως ἡμέρα. ὁ Πέτρος ἑπτάκις, ὁ κύριος ἑβδομηκοντάκις ἑπτά. Ἀλλὰ καὶ αἱ ἁμαρτίαι τὸ παλαιὸν κατὰ τοῦτον ἐκδικοῦνται τὸν ἀριθμόν. Οὐχ οὕτως, φησὶν ὁ θεός, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. οὐδὲ ἐκεῖ ὀκτὼ ἀλλὰ ἑπτά. διὰ τί; μικρὸν ἀνάμεινον καὶ εὑρήσεις τὸ μυστήριον. ἡ πρώτη ἁμαρτία ἑπτάκις ἐκδικεῖται, ὁ δεύτερος φόνος τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. ὁμοίως οὖν κἀνταῦθα ἄφεσις παρὰ Πέτρῳ ἑβδόμη ἀναλογοῦσα τῇ 57aἐκδικήσει τοῦ Κάϊν καὶ συγχώρησις παρὰ κυρίου ἑβδομηκοντάκις ἑπτὰ ὡς ἡ κατάκρισις τοῦ Λάμεχ. ὅσον τὸ παράπτωμα, τοσοῦτον καὶ τὸ χάρισμα· ὅπου ὀλίγη ἡ ἁμαρτία, ὀλίγη καὶ ἡ ἄφεσις· Ὧι γὰρ ἀφῆ κεν ὀλίγον, ὀλίγον καὶ ἀγαπᾷ· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τί οὖν ἐστι τὸ μυστήριον; ὀγδόη λέγεται ἡμέρα αἰὼν ὁ τῆς κρίσεως, ἐν ᾧ ὁ ἁμαρτωλὸς ἑπτάκις, ὁ καθ' ὑπερβολὴν ἑβδομηκοντάκις ἑπτὰ ἐκδικηθήσεται· καὶ ἔμπαλιν ὁ δίκαιος τιμηθήσεται ἑπτάκις, ὁ καθ' ὑπερβολὴν δίκαιος ἑβδομηκοντάκις ἑπτά. ἡ γὰρ τοῦ θεοῦ φιλανθρωπία νῦν μὲν δι' αἰνιγμάτων ἡμῖν παραφαίνει τὰ μέλλοντα, τότε