1

 2

 3

 4

 5

 6

 7

 8

5

δὲ ἐπὶ τῆς δευτέρας αὐτοῦ παρουσίας ἐναργῆ καὶ τετρανωμένην παριστᾷ τὴν ἀλήθειαν. δείξει γὰρ τηνικαῦτα τίς τίνων ἐστὶν ἄξιος. ἑπταπλάσιον ἡμῖν τοίνυν τὴν ἀντίδοσιν χρεωστουμένην τοῖς ἁμαρ τωλοῖς συγχωρήσει ὁ κύριος, ἐνταῦθα εἰ διὰ μετανοίας καὶ ἐξομολο 58aγήσεως ἐξιλεωθείη παρ' ἡμῶν. ὥστε εἰδότες τὴν φοβερὰν ἐκείνην ἡμέραν, ἐν ᾗ τεταμίευται τοῖς ἐνταῦθα ἡμαρτηκόσιν ἡ πρὸς ἀξίαν τῶν ἁμαρτημάτων ἀντιμέτρησις καὶ ἀντισήκωσις, προλαβόντες διὰ τῆς μετανοίας ἐν ζωῇ ἀναλύσωμεν τὰ ἁμαρτήματα, ἵν' ἐκεῖ τὸν πολυπλασιασμὸν τῆς ἐπιπόνου καὶ ὀδυνηρᾶς ἀντιδόσεως ἐκφυγεῖν δυνηθείημεν. Ἑβδόμην τοίνυν ταύτην ἡμέραν λογισώμεθα ἐκείνης τῆς ὀγδόης τῆς συντελείας τοῦ αἰῶνος ἀντίτυπον. Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ. οὐκέτι γὰρ ἔργα τοῦ κόσμου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι γάμοι, οὐκέτι συναλλάγματα, ἐμπορίαι, γεωργίαι οὐκέτι, ἀλλὰ πᾶσα ἡ κτίσις ἐπτοημένη καὶ ἔντρομος ἕστηκε καὶ ἱδρὼς ἀπὸ πάντων ἀκατάσχετος καὶ πάντες ὁμοίως ἐναγώνιοι καὶ αὐτοὶ οἱ παρ' ἡμῖν δίκαιοι, τίς ποτε ἄρα περὶ αὐτῶν ἡ ψῆφος ἐξενεχθήσεται. κύριος ἐξ οὐρανῶν καὶ οἱ οὐρανοὶ ῥήγνυνται, δύναμις ἀποκαλύπτεται, 59aπᾶσα ἡ κτίσις ἐν τρόμῳ καὶ συστολῇ. καὶ αὐτοὶ δὲ οἱ ἄγγελοι περι δεεῖς τάχα παρίστανται, οὐχ ὅτι περὶ ἁμαρτημάτων οἰκείων δεδίασιν, ἀλλ' ὅτι ἡ ἔνδοξος καὶ μεγαλοδύναμος τοῦ Χριστοῦ ἐπιφάνεια πᾶσιν ὁμοίως τοῖς γεννητοῖς τὸν ἐξ ἑαυτῆς ἐμβάλλει φόβον. οὐκ ἀκούεις τοῦ Ἡσαΐου λέγοντος· Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· περὶ τῆς ἡμέρας ἐκείνης αἰνιττομένου, ἐν ᾗ θάλασσα πέπηγεν, ἐν ᾗ ἡ κτίσις σχολάζει, ἡ φύσις νενέκρωται, πᾶσα μέθοδος διὰ λόγων ἀργὴ πρὸς τὴν ἐξ οὐρανῶν τοῦ θεοῦ ἐπιδημίαν; τότε ἁρπάζονται μὲν οἱ δίκαιοι ἐπὶ τὰ ἄνω πρὸς οὐρανόν· ὀχήματα γὰρ αὐτοῖς αἱ νεφέλαι καὶ προπομποὶ τὰ νοερὰ πνεύματα· <οἱ> ἁμαρτωλοὶ δὲ κάτω πεσοῦνται τῷ βάρει τῶν ἰδίων πλημμελημάτων πεπεδημένοι καὶ αὐτοκατάκριτοι ὑπὸ τῆς πονηρᾶς συνειδήσεως. Ἐκείνην γοῦν τὴν ὀγδόην ἡμέραν αὕτη ἡ ἑβδόμη διασχηματίζει· Κατέπαυσε, γάρ φησιν, ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. οὐκέτι τὰ τοῦ βίου τούτου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐδὲ τὰ παρακολου θοῦντα ἐνταῦθα ταῖς σαρκικαῖς καὶ ἀλόγοις ὀρέξεσιν· ἐκοιμήθησαν ἐπιθυμίαι νεωτερικαί, γάμων μελέται, παιδοποιΐας ἐλπίδες, 60aπραγμάτων ἢ κτημάτων φροντὶς οὐδεμία. ἐπελάθετο τοῦ βαλαντίου ὁ φιλάργυρος, τοῦ ἁρπάζειν καὶ βιάζεσθαι ὁ πλεονέκτης. ἀπέσβη τοῖς ἐπηρμένοις ὁθενδήποτε τῶν κοσμικῶν τούτων προτερημάτων τὴν διάνοιαν ἡ κενὴ καὶ κατάπτυστος δόξα. οὐκ ἐνοχλεῖ θυμὸς πρὸς ἄμυναν τοῦ λυπήσαντος. πάντα ἐκεῖνα ἐκλέλοιπε τηνικαῦτα τοῦ λογισμοῦ. ἡ ψυχὴ δὲ πρὸς τῷ φοβοῦντί ἐστι, πρὸς τῇ προσδοκίᾳ τῶν ἐπηρτημένων δεινῶν. ὅντινα δὴ φόβον θεοῦ εἰ καὶ ἐνταῦθα δυνηθείη τις εἰσοικίσαι τῇ ἰδίᾳ ψυχῇ ἀνέκλειπτον, ἢ οὐδὲν ἢ βραχέα τυχὸν ἁμαρτήσεται. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. οὐκ ἐπανάληψιν τοῦτον τὸν περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου λόγον ἡγητέον, εἰ καί τισι φαίνεται, ἀλλ' ἀκολουθίαν μᾶλλον ἀδιάκοπον τῆς προτέρας περὶ τούτου ἐπιχειρήσεως καὶ συνημμένην οἱονεὶ τῇ προκατάρξει [τὴν] συμπλήρωσιν τῆς διηγήσεως. εἰπὼν γὰρ ὅτι Ἐποίη σεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ τὰ ἑξῆς περὶ τούτου αὐτοῦ, καὶ δηλώσας ὅτι ἐν τῇ ποιήσει τοῦ ἀνθρώπου συνετέλεσεν ὁ θεὸς πάντα τὰ τοῦ κόσμου ἔργα, τῆς αὐτῆς καὶ πάλιν ἔχεται περὶ τοῦ ἀνθρώπου διηγή σεως συνημμένως καὶ ἀμεσολαβήτως ἐπεργαζόμενος οἱονεὶ καὶ λεπτολογῶν τὸν τρόπον τῆς τούτου ποιήσεως. πρῶτον μὲν γὰρ εἶπεν ἁπλῶς· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· νυνὶ δὲ προστίθησι καὶ πῶς ἐποίησε· Χοῦν λαβὼν ἀπὸ τῆς γῆς. ὅταν οὖν ἀκούσῃς χοῦν, παιδεύου 61a]62aτυγχάνων, σὺ δὲ ἀπὸ τῆς ἀψύχου γῆς καὶ ἀναισθήτου κυρίως καὶ γεγένησαι καὶ ὑπάρχεις. ὥστε οὐχ ὕβρις τὸ λεχθὲν κατὰ σοῦ, ἀλλὰ πλέον τιμή. πάλιν ὅταν ἐπιθυμία τις σαρκικὴ κατακρατήσῃ σου τῆς διανοίας καὶ πείθῃ μελετᾶν τὸ τῆς ὀρέξεως ἀποτέλεσμα, ὅρα ταχέως ἐπὶ τὴν γῆν. μνήσθητι ὅτι ὥσπερ ἐκ