1

 2

 3

 4

 5

 6

 7

 8

6

ταύτης προῆλθες, οὕτω καὶ εἰς ταύτην μετ' οὐ πολὺ ἀναλυθήσῃ, καὶ τὰ νῦν σφύζοντα μέλη καὶ ἡ ἄλογος ἐπιθυμία καὶ ὁ γαργαλισμὸς τῆς σαρκὸς αὔριον οὐκ ἔσται τῶν μελῶν ἀπονεκρωθέντων καὶ τῆς ὀρέξεως ἀποπτάσης. οὕτως ἡ πρὸς τὴν γῆν τὴν μητέρα ἡμῶν διηνεκὴς σύννευσις καὶ ἐπίγνωσις αἰτία καθίσταται ἀποχῆς καὶ ἐλευθερίας πάντων τῶν ἐνοχλούντων ἡμῖν ἑκά στοτε χαλεπῶν καὶ δυσιάτων παθῶν. Χοῦν, εἶπε, λαβὼν ἀπὸ τῆς γῆς. εἰ 63aἀπ' οὐρανοῦ ἐπλάσθημεν, ὡς μὴ δυνάμενοι ἀεὶ βλέπειν ἐκεῖνον οὐκ ἂν συνεχῶς τῆς οἰκείας ὑπεμιμνησκόμεθα φύσεως· νῦν δὲ ἐκ τοῦ προχείρου πάρεστιν ἡμῖν καὶ ἀδιάλειπτον τὸ τῆς ἡμετέ ρας καὶ εὐτελείας καὶ ἀσθενείας ὑπόμνημα ἐξ ὧν πατοῦμεν, ἐξ ὧν ἁπτόμεθα, ἐξ ὧν θεώμεθα, ἐξ ὧν τρεφόμεθα, ἐξ ὧν διηνεκῶς συμφυρόμεθα. τί τῆς γῆς καὶ τοῦ πηλοῦ βδελυκτότερον καὶ ἀποβλη τότερον, ὅθεν σὺ ἐκμεμόρφωσαι; τί μεῖζον αἴτιον τοῦ μετριοφρονεῖν ἡμᾶς καὶ τοῦ μηδενὸς ἀξίους νομίζειν ἑαυτούς; Ὁπόταν οὖν ἴδῃς τινὰ μέγα φρονοῦντα ἐφ' ἑαυτῷ, ἐσθῆτα ἀνθηρὰν περιβεβλημένον, δακτυλίῳ τὴν χεῖρα περιλαμπόμενον, σφενδόνην τὴν τῶν πολυτίμων φέροντα, οἰκέτας ἐφελκόμενον περισσούς, κόμην περιβεβλημένον μεγάλην καὶ ἀνειμένην καὶ ταύτην ξανθήν τε καὶ ἑλικτὴν καὶ σοβοῦντα κατεπιτηδεύμασιν, μανιάκας χρυσοῦς περιφέροντα, ἐπὶ χρυσῆς καθέδρας ἐνιδρυόμενον, σεμνοπροσωποῦντα, σεμνολογούμενον, ὑψηλοφρονοῦντα, 64aσοβαρευόμενον ἐπὶ τῷ πλήθει τῶν προπομπῶν, τῶν ἀκολούθων, τῶν κολάκων οὓς ἐπισύρεται, τῶν περὶ τὰς πολυτελεῖς τραπέζας παρασίτων, ἐπὶ ταῖς εὐφημίαις καὶ τοῖς ἀσπασμοῖς, οὓς πάντες αὐτῷ προσάγουσι περὶ τὴν ἀγοράν, οἱ μὲν ἐξανιστάμενοι τῶν βάθρων οἱ δὲ προϋπαντῶντες, οἱ δὲ προπομπεύοντες, ἄλλος ἄλλο τι τῶν εἰς τιμὴν καὶ δόξαν ἐκείνου ἐπιδεικνύμενοι· ὅταν ἴδῃς τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ κήρυκι προαγομένους ὑψηλῇ τῇ φωνῇ τὸν δεῖνα μὲν σοβοῦντας τὸν δεῖνα δὲ ξέοντας, ἄλλον δημεύοντας κἀκεῖνον θανάτῳ παραδιδόντας, μὴ μεγάλα ἡγήσῃ τὰ ὁρώμενα, μὴ καταπέ σῃς τὴν διάνοιαν μηδὲ ξενίσῃ σε ἡ φαντασία. ἐνθυμήθητι ὅτι Ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς. κἂν μὲν ἄλλο τί ἐστι τὸ ὁρώμενον παρὰ τὸν ἄνθρωπον, φοβήθητι καὶ θαύμασον τὰ πραττόμενα, εἰ δὲ χοῦς ἀπὸ τῆς γῆς ὁ ταῦτα ἐπιδεικνύμενος, καταφρόνησον. Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. ἡ μὲν φωνὴ τοῦ Ἔπλασε τεχνικήν τινα ὑποφαίνει εὐθὺς ἐνέργειαν τοῦ θεοῦ περὶ τὸν ἄνθρωπον. 65a ἆρα δὲ οὕτω καὶ αὐτὸς τὴν ἡμετέραν ἐτεχνήσατο πλάσιν ὡς οἱ τὰ πήλινα πλάσσοντες ἢ τὰ γύψινα διασκευάζοντες ἢ τοὺς ἀνδριάντας χαλκεύοντες ἢ ἄλλο τι τῶν τεχνητῶν ἀποτελοῦντες, οἷς ἄχρι τῆς ἐπιφανείας τὰ τῆς μιμήσεως περιίσταται, ὥσπερ ὁρῶμεν πολλάκις ἄνδρα μὲν πεπλασμένον καὶ ἦθος ἔξω ἐμφαίνοντα ἢ θυμοῦ τυχὸν καὶ ἀνδρείας ἢ φόβου καὶ δειλίας, γυναῖκα δὲ πάλιν ἢ ἐρωτιῶσαν ἢ αἰδουμένην, ἢ ἄλλο τι παρεπόμενον τῇ ταύτης φύσει πάθος ὁ πλάστης γνωρίζων ἐξειργάσατο; θεοῦ δὲ πλάσις οὐ τοιαύτη, ἀλλ' αὐτὰ ἐκεῖνα τὰ πρωτότυπα ἤθη τοῦ ἀνθρώπου ἡ δημιουργικὴ ἐνέργεια ἐπὶ τὸ βάθος χωρήσασα ἔνδον ἕκαστα διωργάνωσε πολλῶν καὶ παντοδαπῶν καὶ διαφόρων παθῶν καὶ γνωμῶν εἰς ταὐτὸν μίξιν καὶ σύγκρασιν ἐν ἀκαρεῖ ἐκτελέσασα. εἴθε μοι τοσοῦτον σχολῆς, ὥστε κατὰ λεπτὸν καὶ ἠκριβολογημένως ὑποδεῖξαί σοι τὴν τοῦ ἀνθρώπου κατασκευήν. ἔμαθες γὰρ ἂν ἀπὸ σεαυτοῦ τὴν περὶ σὲ σοφίαν τοῦ θεοῦ καὶ οἰκονομίαν.

Τῷ ὄντι γὰρ μικρὸς διάκοσμός ἐστιν ὁ ἄνθρωπος καὶ ὀρθῶς ἐστοχάσαντο οἱ τούτῳ τῷ ὀνόματι αὐτὸν ἀποσεμνύναντες. πόσαι γοῦν καὶ παρὰ πόσων ἐκ παλαιοῦ περὶ τὸ θαυμαστὸν τοῦτο πλάσμα πραγματεῖαι 66aκατηναλώθησαν. αἱ φυσιολογίαι τῶν ἰατρῶν, τῶν γυμναστῶν αἱ παρατηρήσεις, ἡ περὶ ἀναλογίας, ἡ περὶ τῆς τῶν μελῶν πρὸς ἄλληλα συμμετρίας, ἡ περὶ πλήθους πολυσαρκίας· ταῦτα πάντα περὶ τὴν τοῦ ἀνθρώπου διάπλασιν συνεισέρχεται. καὶ πόθεν ἐμοὶ λόγος τοσοῦτος, ὥστε δυνηθῆναι εἰπεῖν μετὰ ἀκριβείας, ὅσα ἐν μιᾷ φωνῇ τοῦ Ἔπλασε περιέχεται; τὰ