1

 2

 3

 4

 5

 6

 7

 8

7

μέντοι πρόχειρα, κἂν ἐγὼ μὴ λέγω, σὺ οἶδας. Ἔπλασε γάρ σε ὁ θεός, ὡς ὁρᾷς, ὄρθιον καὶ ταύτην σοι τὴν διάπλασιν ἐξαίρετον δέδωκε παρὰ τὰ λοιπὰ πάντα ζῷα. διὰ τί; ἐπειδὴ ἐξαίρετόν σοι καὶ τὴν ὀφειλομένην καὶ ἀναγκαίαν ἐνέργειαν προσεπιδοῦναι ἔμελλε. τὰ μὲν ἄλογα πάντα ζῷα βοσκήματα μόνον ἐστὶ καὶ πρὸς ὃ πέφυκε, πρὸς τοῦτο ἔχει καὶ τὴν κατασκευήν. ὁποῖόν ἐστι καὶ τὸ πρόβα τον· ἐπειδὴ γὰρ ἐγενήθη νέμεσθαι, κάτω ἔχει συννεύουσαν καὶ τὴν κεφαλήν, ὥστε τῇ γαστρὶ ἐνορᾶν καὶ τοῖς ὑπὸ γαστέρα· τέλος γὰρ αὐτοῖς εὐεξίας πλήρωσις γαστρὸς καὶ ἀπόλαυσις ἡδονῆς. ἀνθρώπῳ δὲ 67aἡ κεφαλὴ ἐπὶ τὰ ἄνω ἐξ αὐτῆς τῆς πλάσεως ἀναδεδράμηκε καὶ ὑψηλοτέρα τῶν ἄλλων ἁπάντων τοῦ σώματος μερῶν καθέστηκεν, ἵνα τὴν ἄνω βλέπῃ συγγένειαν. μὴ τοίνυν μεταποίει σεαυτὸν εἰς τὸ παρὰ φύσιν μηδὲ τὰ γήϊνα κύψας περισκόπει, ἀλλὰ τὰ οὐράνια διη νεκῶς κατόπτευε καὶ ἐνοπτρίζου, ἔνθα σου καὶ τὸ πολίτευμα προευ τρέπισται. οὕτω σοι καὶ τὸ σῶμα διαπέπλασται καὶ τὸ διάπλασμα διδασκάλιόν ἐστι τοῦ τέλους πρὸς ὃ γέγονας. οὐ γὰρ ἵνα ἐπὶ γῆς σύρηταί σου ἡ ζωὴ ὡς τῶν ἑρπετῶν, κατεσκευάσθης ὄρθιος, ἀλλ' ἵνα οὐρανὸν βλέπῃς καὶ τὸν ἐν τούτῳ θεόν, οὐδὲ ἵνα τὴν κτηνώδη καὶ γήϊνον μεταδιώκῃς ἀπόλαυσιν, ἀλλ' ἵνα τὴν οὐράνιον ἐν τῇ δεδομένῃ σοι διανοίᾳ ἐπιτελῇς πολιτείαν. διὰ τοῦτο· Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ, ὁ σοφός φησιν Ἐκκλησιαστής. τίνος δὲ ἕνεκεν οὐ περὶ τὰ κάτω τοῦ σώματος οἱ ὀφθαλμοὶ ἀλλ' ἐν τῇ κεφαλῇ; ἵνα τὰ ἐν ὕψει περισκοπῶσιν. ὁ δὲ τὰ ὑψηλὰ μὴ βλέπων ἀλλ' εἰς τὰ γήϊνα ἐπικύπτων κατήγαγεν εἰς ἑρπετοῦ φύσιν τοὺς ὀφθαλμοὺς ἐπὶ τῆς γῆς ὡς ἐκεῖνα συρόμενος. 68a

Ἡ μὲν οὖν κεφαλὴ τοῦ ὅλου σώματος ὑπερανέχουσα τοῖς ὤμοις ἐπίκειται, οὐκ ἐνδεδυκυῖα τούτοις, ἵνα μὴ κρύπτηται, ἀλλ' ἐρείσματι ἀξιολόγῳ καὶ οἷον ἐπιβάθρᾳ τινὶ τῷ τοῦ αὐχένος ἀνεστηκότι ἐπανα παυομένη. ἐν ταύτῃ δὲ τῶν ὀφθαλμῶν ἐμπεπήγασι δίδυμοι βολαί. οὐκ ἤρκει γὰρ ὁ εἷς, ἀλλὰ δύο ἐγενέσθην ἀλλήλοις βοηθώ, ἵνα ἡ τοῦ ἑνὸς κατὰ τύχην διάλυσις τὴν τοῦ ἀβλαβοῦς ἑτέρου παραμυθίαν ἔχῃ. καὶ ἄλλως δὲ ἀπὸ ἑνὸς τόπου προερχόμενον τὸ ὁρατικὸν ἀσθενέστερον πάντως, ἐκ δὲ δύο πηγῶν συμβαλλόμενος ὁ ὁλκὸς εὐτονώτερος γίνεται. προϊοῦσα γὰρ ἑκατέρωθεν τῆς ῥινὸς ἡ ὄψις ὁμοῦ μὲν προσαναπαύεται τῷ μέσῳ τούτου διατειχίσματι, ὁμοῦ δὲ προκύπτουσα ἐπὶ τὸ ἔμπροσθεν ἑνοῦται ἡ μία τῇ ἑτέρᾳ, οἷον ἐκ δύο τινῶν ὀχετῶν ἀφ' ἑκατέρας ὄψεως ὥσπερ πηγῆς ἐξιόντων καὶ μετὰ βραχὺ μιγνυ μένων εἷς ἀποτελούμενος ποταμὸς ὁπότε δὴ καὶ ἰσχυρότερος γίνεται εἴτουν ἐνεργέστερος. καὶ τούτου ἀπόδειξις οἱ γέροντες τῶν ἀνθρώπων, οἳ τὰ μὲν ἐγγὺς πάνυ ἥκιστα βλέπουσι, τὰ δὲ πορρώτερον ἀποδιϊστάμενα τῶν ὀφθαλμῶν ἐναργέστερον καθορῶσιν, ἐπειδὴ διῃρη μένως μὲν τοῦ ὁρατικοῦ προϊόντος ἐξ ἀρχῆς ἀσθενὴς ἡ ἑκατέρου ὄψις, 69aμετὰ δὲ τὴν συμβολὴν ἀμφοτέρων καὶ ἕνωσιν οἷον ἐπὶ πλημμύρας τινὸς πολυπλασιαζομένη εὐτονωτέρα γίνεται καὶ δραστικωτέρα περὶ τὴν τῶν ὁρατῶν ἀνάληψιν. Φυλακαὶ δὲ περὶ τὸν ὀφθαλμὸν οὐκ ὀλίγαι. χιτὼν ἔνδοθεν, καὶ οὐκ ἀρκεῖ οὗτος. οὐ γὰρ ἐνεδέχετο παχὺς κατασκευασθῆναι· ἦ γὰρ ἂν ἐμπόδισμα καθειστήκει τῆς ὄψεως. ἔδει δὲ διαφανὲς εἶναι καὶ ἐλαφρὸν τὸ προκάλυμμα. οὐκοῦν εἷς μὲν διαυγὴς εἷς δὲ ἀραιός, ὁ μὲν κρυσταλλοειδὴς ὁ δὲ κερατοειδής, ὁ προκεκαλυμμένος στερεώτερος, ὁ ἔνδοθεν ἀραιότερος, ἵνα μὴ κωλύῃ τὴν παράδοσιν, ὁ τρίτος πάλιν κρυσταλλοειδής, ἵνα ἐν αὐτῷ τὴν ἔμφασιν καὶ τὴν διαύγειαν ἑκατέρα ἔχῃ. προβολὴ τὸ βλέφαρον· 70aτοῦτο γὰρ προκάλυμμα τοῦ ὀφθαλμοῦ καὶ σκέπασμα καὶ οἷον οἰκητήριόν ἐστιν. ἠδύνατο μὲν γὰρ σκέπειν καὶ ἡ χείρ, ἀλλ' ἕως ἐκείνη ἀνήρχετο, ἔφθανε πολλάκις ἀμαυρωθῆναι ὁ ὀφθαλ μός. νῦν δὲ ἐκεῖθεν παράκειται ἡ προφυλακή· ὁμοῦ τε γὰρ ᾔσθετο τῆς βλάβης καὶ προεβάλετο τὸ προκάλυμμα. διὰ γὰρ τοῦτο καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ ἀνεπιχείρητος ὡς τὰ πολλὰ ταῖς ἔξωθεν ἐπερχομέναις βλάβαις ἅτε ὑπὸ παραπετάσματι καθεζομένη τῷ βλεφάρῳ καὶ μόνη σχεδὸν τῶν ἐν ἡμῖν πάντων μελῶν διατηρουμένη ἀνέπαφος. προβέβληνται