1

 2

 3

 4

 5

 6

 7

 8

8

δὲ τοῖς βλεφάροις καὶ ἀκίδες τριχῶν. διὰ τί; ἵνα ἀκριβεστέρα γένηται ἡ τούτων περιπλοκὴ τοῦ ἄνω πρὸς τὸ κάτω διὰ τῶν τοιούτων προσαρμοζομένου τριχῶν. οἷον γὰρ σύνδεσμοι καθεστᾶσιν αἱ τρίχες ἀλλήλαις περιπλεκόμεναι· εἶτα καὶ τὰ λεπτὰ τῶν ζῴων πόρρωθεν ἀπείργουσι καὶ τὰ χνοώδη οὐκ ἐῶσι πλησιάσαι τῇ κόρῃ εὐπαθεῖ οὔσῃ καὶ τῷ παρατυχόντι ἀμαυροῦσθαι δυνα μένῃ. ἑτέρα δὲ πάλιν ἐστί τις φυλακὴ ἄνωθεν ἐπικειμένη ἑκατέρῳ τῶν ὀφθαλμῶν διὰ τῶν τριχῶν, ὁμοῦ μὲν τῇ περιγραφῇ εὐπρέπειαν χαριζομένη, ὁμοῦ δὲ καὶ τὴν ἀσφάλειαν παρεχομένη, 71aἥτις ἐστὶν ἡ ὀφρὺς ἄνωθεν προβεβλημένη, ἵνα κατευθύνῃ τὸ ὁρατικόν. καὶ τούτου ἀπόδειξις· ὅταν βουληθῇς πόρρωθέν τι κατασκοπεῦσαι καὶ κοιλάνας τὴν χεῖρα ὑπερτείνῃς τῶν ὀφρύων, εἰς τί γὰρ τοῦτο ποιεῖς; ἵνα τὸ ἐπὶ τὸ ἄνω διαφορούμενον τῆς ὄψεως μὴ εἰκῇ σκεδαννύηται τῷ πλάτει τοῦ ἀέρος ἐγκαταχεόμενον, ἀλλ' ἔκ τε τῆς κάτωθεν ἀνοχῆς τῆς χειρὸς ἔκ τε τῆς ἄνωθεν προβολῆς τῶν ὀφρύων κατευθυνόμενον καὶ πρὸς τὸ ἔμπροσθεν συνωθούμενον ἀκριβεστέραν σχοίη τοῦ ὁρατοῦ τὴν μετάληψιν. διὰ τοῦτο ὀφρύες ὁμοῦ μὲν τὸ ὀπτικὸν τῶν ὀφθαλμῶν κατευθύνουσαι, ὁμοῦ δὲ καὶ τὸν ἄνωθεν καταρρέοντα ἱδρῶτα ἐπέχουσαι καὶ οὐκ ἐῶσαι καταχεῖσθαι τῶν αἰσθητηρίων καὶ ἐμποδίζειν ταῖς ὄψεσιν οἷόν τι διατείχισμα ἱκανὸν πρὸς τὴν τῆς ἔξωθεν ἐπιούσης βλάβης ἀποτροπήν. ποῖος ἀμπελουργὸς οὕτω δύναται ἀσφαλῶς τὴν οἰκείαν ἄμπελον περικλεῖσαι καὶ θριγκὸν αὐτῇ τοιοῦτον περιβαλεῖν ὡς ἀνεπίβατον πάντῃ καθεστάναι τὸν χῶρον ταῖς παρακειμέναις χαράδραις, ὡς ὁ θεὸς ἐξειργάσατο 72aτὴν τῶν ὀφρύων περιβολὴν εἰς τὴν τῶν ὀφθαλμῶν φυλακὴν μηνοειδῶς αὐτὰς ἐν ἡμῖν περιγράψας ἀπὸ μιᾶς συμβολῆς τῆς κατὰ τὴν ῥῖνα ἐφ' ἑκάτερα τὰ μέρη διατεινομένας, ἵνα ὁ ἱδρὼς τῇδε κἀκεῖσε περιρρέων μηδεμίαν ἀσχολίαν παρέχῃ τῷ πονοῦντι ἀνθρώπῳ περὶ τὸ προκείμενον ἔργον καὶ τῇ τούτου χειρὶ ἀνιούσῃ συνεχῶς ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς καταφερομένας νοτίδας ἀπομασσομένῃ, ἀλλ' ὁμοῦ μὲν διαρρέοι ὁ ἱδρὼς αὐτομάτως ἐπὶ τὰ ἑκατέρωθεν πλάγια μεταφερόμενος διὰ τῶν ἰδίων ὀχετῶν ἄνωθεν τῶν ὀφρύων, ὁμοῦ δὲ οἱ ὀφθαλμοὶ ἀνενοχλήτως τὴν ἰδίαν ἐπιτελοῖεν ἐνέργειαν.

Εἰ μὲν οὖν κατὰ μέρος καὶ περὶ τῶν λοιπῶν μελῶν τοῦ σώματος βουλη- θείημεν λεπτολογήσασθαι καὶ τὴν ἐφ' ἑκάστῳ σοφίαν τοῦ θεοῦ διατραν-ῶσαι καὶ ἐξυμνῆσαι, ἐπιλείψει πάντως ἡμᾶς ἡ ἡμέρα. ὑμεῖς δὲ καὶ ἐξ ἑνὸς μόνου μορίου κατενοήσατε πάντως τὸ τῆς θείας προνοίας περὶ τὸν ἄνθρωπον καὶ τεχνικῆς οἰκονομίας ἀπειροδύναμον. ἡμᾶς δ' ἐπειγομένους ἐπί τινα ὁδὸν ἀναγκαίαν μετ' εὐχῶν προπέμψατε, ἵνα ἐν τάχει ἀποσωθέντες καὶ τῶν λειπομένων ἀποδώσομεν τὸ χρέος χάριτι τοῦ πάντα οἰκονομήσαντος περὶ ἡμᾶς κυρίου τοῦ κτίσαντος ἡμᾶς τῇ αὐτοῦ χάριτι· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.