1

 2

 3

 4

 5

 6

 7

 8

3

προσδέξησθε, ἐὰν δεσποτικόν, καταδέξασθε. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. σώματι ἢ λογισμῷ; ἐν ψυχῇ τὸ ἄρχον ἢ ἐν σαρκί; ἡ σὰρξ πολλῶν ζῴων ἀσθενεστέρα. ποία σύγκρισις σαρκὸς ἀνθρώπου καὶ καμήλου, ἀνθρώπου καὶ βοός, ἀνθρώπου καὶ ἑκάστου ὧν ἐὰν θέλῃς θηρίου; εὐάλωτος ἡ σὰρξ ἀνθρώπου σαρκὶ θηρίου προσβαλλομένη. ἀλλ' ἐν τίνι τὸ ἀρχικόν; ἐν τῇ τοῦ λογισμοῦ περιουσίᾳ. ὅσον λείπει τῇ δυνάμει τοῦ σώματος, τοσοῦτον περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ. πόθεν τὰ μεγάλα βάρη μετατίθησιν ἄνθρωπος, ἐπινοίᾳ ἢ τόνοις σωματικοῖς;

Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. τὸν ἔσω ἄνθρωπον λέγει Ποιήσωμεν ἄνθρωπον. ἀλλ' ἐρεῖς σύ· διὰ τί οὐ λέγει ἡμῖν περὶ λογισμοῦ; τὸν ἄνθρωπον εἶπε κατ' 13 εἰκόνα θεοῦ· ὁ δὲ λογισμὸς ἄνθρωπος; ἄκουε τοῦ ἀποστόλου λέγοντος· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. πῶς; δύο γνωρίζω ἀνθρώ πους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν κεκρυμμένον τῷ φαινομένῳ ἀόρατον, τὸν ἔσω ἄνθρωπον. ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν. καί γε ἀληθὲς τὸ λεγό μενον ὅτι ἔνδον ἐσμέν· ἐγὼ γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον· τὰ ἔξω οὐκ ἐγὼ ἀλλὰ ἐμά. οὐ γὰρ ἡ χεὶρ ἐγώ, ἀλλὰ ἐγὼ τὸ λογικὸν τῆς ψυχῆς, ἡ δὲ χεὶρ μέρος τοῦ ἀνθρώπου. ὥστε τὸ μὲν σῶμα ὄργανον τοῦ ἀνθρώπου, ψυχῆς ὄργανον, ἄνθρωπος δὲ κυρίως κατ' αὐτὴν τὴν ψυχήν. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, τουτέστι δώσομεν αὐτῷ λόγου περιουσίαν. Καὶ ἀρχέτωσαν. οὐχί· 14 Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ θυμούσθω σαν καὶ ἐπιθυμείτωσαν καὶ λυπείσθωσαν· οὐ γὰρ τὰ πάθη εἰς τὴν τοῦ θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς ὁ τῶν παθῶν δεσπότης. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων. εὐθὺς ἐκτίσθης καὶ ἄρχων ἐκτίσθης. Καὶ ἀρχέτωσαν. ἑνὸς ἔτους ἐξουσίαν παρὰ βασιλέως λαβών, ἄνθρωπος παρὰ ἀνθρώπου, θνητὸς παρὰ θνητοῦ, λαβὼν παρὰ τοῦ μὴ ἔχοντος, ποίαν γὰρ ἐξουσίαν ψυχῆς λαμβάνει ἄνθρωπος; σὺ μέντοι παρὰ θεοῦ ἔλαβες οὐκ ἐν ξύλοις γεγραμμένην οὐδὲ ἐν πτυξὶ φθαρταῖς σητῶν παραναλώμασιν, ἀλλ' ἀνάγραπτον ἡ φύσις ἔχει τὴν θείαν φωνήν. Ἀρχέτωσαν· ταῦτα σύμπαντα ἀρχῆς ἀνθρωπίνης. Ἀρχέτωσαν τῶν ἰχθύων, τῶν θηρίων τῆς γῆς, τῶν πετεινῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν, τῶν ἑρπετῶν τῶν 15 ἑρπόντων ἐπὶ τῆς γῆς. οὐκ εἶπε· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν, καὶ ἐσθιέτωσαν πᾶν ξύλον κάρπιμον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. δεύτερα τὰ τῆς σαρκός, πρῶτα τὰ τῆς ψυχῆς, τὰ προηγούμενα. πρῶτα ἡμῖν συνεχειροτονήθη ἡ τοῦ ἄρχειν δύναμις. ἀρχικὸν εἶ ζῷον, ἄνθρωπε, καὶ τί δουλεύεις πάθεσιν; τί σεαυτοῦ τὸ ἀξίωμα καταβάλλεις καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας; διὰ τί σεαυτὸν ποιεῖς αἰχμάλωτον τοῦ διαβόλου; ἄρχων κτίσεως ἐχειροτονήθης, καὶ ἀπέρριψας τὴν σεμνότητα τῆς σεαυτοῦ φύσεως; δοῦλος ἐκλήθης; τί σε λυπεῖ ἡ δουλεία τοῦ σώματος; διὰ τί οὐ μέγα φρονεῖς τῇ δεσποτείᾳ τῇ παρὰ θεοῦ σοι δεδο μένῃ, ὅτι λογισμὸν ἔχεις παθῶν δεσπότην; ὅταν ἴδῃς τὸν δεσπότην σου δοῦλον ὄντα τῆς ἡδονῆς, σεαυτὸν δὲ σώφρονα, γίνωσκε ὅτι σὺ μὲν εἶ δοῦλος ὀνόματι μόνον, ἐκεῖνος δὲ ὀνόματι μὲν ἔχει τὴν δεσποτείαν, ἔργῳ δὲ βεβαιουμένην ἔχει τὴν δουλείαν. ὁρᾷς ἐκεῖνον μετὰ τῆς πόρνης συρόμενον, σεαυτὸν δὲ τῆς πόρνης καταφρονοῦντα· πῶς οὐχὶ σὺ μὲν εἶ δεσπότης τοῦ πάθους, ἐκεῖνος δὲ δοῦλός ἐστι τῶν ὑπὸ σοῦ πατουμένων ἡδονῶν; ὥστε Ποιήσωμεν ἄνθρωπον καὶ 16 ἀρχέτωσαν· ὅπου ἡ τοῦ ἄρχειν δύναμις, ἐκεῖ ἡ τοῦ θεοῦ εἰκών. Ἀρχέτωσαν τῶν ἰχθύων. πρῶτον ἡμῖν τῶν ἀπῳκισμένων ἡ ἀρχὴ ἐδόθη. οὐκ εἶπεν· Ἀρχέτωσαν τῶν συντρόφων ζῴων ἀλλά· Τῶν ἰχθύων· ἔνυδρος γὰρ αὐτῶν ἡ δίαιτα. τῶν οὖν ἰχθύων ἐδόθη ἡμῖν ἡ ἀρχὴ πρῶτον. καὶ πῶς τῶν ἰχθύων ἄρχομεν; εἴ που ἔγνως σεαυτὸν ἐν λίμνῃ παραφανέντα, πῶς ἡ σκιά σου πάντα διεπτόησε. τίς οὕτω δεσπότης τῆς οἰκίας θορυβουμένου τοῦ οἴκου ἀθρόως ἐπιστὰς ἡσυχίαν ἐποίησε καὶ πάντα μετέβαλεν εἰς εὐκοσμίαν τῇ παρουσίᾳ τοῦ κρατοῦντος; πῶς πᾶσα ἡ ἔνυδρος