1

 2

 3

 4

 5

 6

 7

 8

4

κτίσις ἐπιφανέντος ἑνὸς ἀνθρώπου μεταβάλλει τὸ σχῆμα. οὐκέτι τὴν ἐλευθέραν ἔχει διαγωγήν, οὐ τολμᾷ ἐπινήξασθαι τοῖς νώτοις τῆς θαλάσσης ἢ τῆς λίμνης. ὁ δελφὶς ὅταν που πλησίον ἄνθρωπον ὄντα θεάσηται, καίτοι δελφίς ἐστι τῶν κητῶν ὁ βασιλικώτατος, αἰδεῖται. οὕτως ἐδόθη τῷ ἀνθρώπῳ ἡ κατὰ τῶν νηκτῶν ἀρχή. ὅταν δὲ ἴδῃς σεαυτοῦ τὸν λογισμὸν πάντων διήκοντα καὶ πάντων 17 κρατοῦντα, πῶς οὐχὶ τῶν κητῶν ἄρχεις; εἶδον ἐγὼ ἐπίνοιαν ἀνθρωπίνην, ὅτι ποιοῦσιν ἀγκίστρων τινῶν κατασκευὴν καὶ τούτοις ἐπιβάλλοντες δελεάσματα σύμμετρα τῷ μεγέθει τῶν καταπινόντων κητῶν. εἶτα τῶν ἄκρων ἐκείνων τῶν σχοινίων, ὧν ἀπήρτηται τὰ ἄγκιστρα κατὰ τὸ ἕτερον πέρας, ἀσκοὺς πνεύματι διατείναντες καὶ ἐκδήσαντες τῶν ἄκρων ἐκείνων μετεώρους ἀφιᾶσιν ὑπὲρ ἐπὶ τοῦ πελάγους. ἐνεχ θέντα τοίνυν τὰ ἄγρια κήτη τοῖς δελεάσμασι καὶ τὰ ἄγκιστρα ἐφ' ἑαυτῶν δεξάμενα σύρει μὲν τοὺς ἀσκοὺς εἰς τὸ βάθος, ἡ δὲ τῶν ἀσκῶν φύσις ἀνωφερὴς οὖσα πάλιν ἀνθέλκει εἰς τὴν ἐπιφάνειαν. καὶ ἐμπεπαρμένα τῇ ἰδίᾳ τροφῇ ἄνω καὶ κάτω μαιμάσσοντα καὶ ἀλύοντα τοὺς βυθοὺς διερευνᾶται. πελάγη πελαγῶν ἀναμετρεῖ καὶ τὸν πολὺν πόνον ἄπρακτον ἔχον τελευταῖον τῷ ἀγκίστρῳ ἐκείνῳ ἁλώσιμον γίνεται τῷ πόνῳ δαμασθέν, τῷ λιμῷ καταδαπανηθέν, νεκρὸν μετὰ τῶν ἀσκῶν 18 συρόμενον θήραμα γίνεται τῷ θηρατῇ· τῷ μικρῷ τὸ μέγα, τῷ ἀσθενεῖ τὸ ἄπλετον. διὰ τί; ὅτι τῇ τοῦ λογισμοῦ περιουσίᾳ δύναμιν τοῦ ἄρχειν λαβὼν ὡς κακοὺς δραπέτας πρὸς ἀκρίβειαν ἄγει τοὺς ἀπειθεστάτους· τοὺς μὴ δυναμένους δι' ἡμερότητος προσαχθῆναι τούτους διὰ τῆς ἀνάγκης δουλοῦται. οὕτω πανταχοῦ ἡ τοῦ ἄρχειν δύναμις παρὰ τοῦ κτίσαντος ἐγγινο μένη τῷ ἀνθρώπῳ ὑπάρχει. ἐντεῦθεν ξιφίαι καὶ ζύγαιναι καὶ φάλαιναι καὶ πρίονες καὶ βόες καὶ πάντα ἐκεῖνα τὰ φοβερὰ τῶν κητῶν ὀνόματα ὑποχείρια γέγονε τῷ ἀνθρώπῳ. Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς. οὐχ ὁρᾷς τὸν λέοντα τὸν βαρὺν τὸν βρυχητικόν, οὗ καὶ τὸ ὄμμα ἀφόρητον καὶ ὁ βρυγμὸς ὑπότρομον ποιεῖ τὴν γῆν; ᾧτινί ἐστιν οὕτω φορητός, ὥστε ὁρμὴν αὐτοῦ ὑπομεῖναι; οὐδενὶ τῶν ζῴων. τοσαύτῃ πέποιθε δυνάμεως περιουσίᾳ, ὥστε πάντων τῶν θηρίων καταφρονεῖν. ἀλλ' ὅμως 19 ἐκεῖνον ὁρᾷς ἐν μικρῷ ζώγρῳ κατακεκλεισμένον. τίς ὁ καθ είρξας αὐτόν, ὁ τὸ μικρὸν δεσμωτήριον τῷ μεγάλῳ ζῴῳ ἐπι νοήσας; τίς ὁ τῇ ἀραιότητι τῶν στημόνων ἐκείνων τῶν ξυλίνων τὴν ἀναπνοὴν τῷ θηρίῳ παρασκευάσας, ὡς μὴ ἀποπνῖξαι αὐτὸ τῷ ἰδίῳ ἄσθματι, ἀλλὰ καὶ ἀναπνοὴν ἐλευθέριον αὐτῷ δοὺς καὶ τὴν ἀσφάλειαν διοικησάμενος; τίς; οὐχὶ ἄνθρωπος; παίγνια ποιοῦσι τῶν θηρίων τὰ χαλεπώτατα. οὐ καταπαίζει τῶν παρδάλεων, ὅταν ὑπερτείνῃ χάρτην εἰς ἄνθρωπον ἐσχηματισμένον, καὶ ἡ μὲν τὸν χάρτην ἐσπάραξεν, ὁ δὲ ἄνθρωπος κάτω κείμενος τῆς ἀνοίας τοῦ θηρίου κατεγέλασεν; οὐ περιουσίᾳ πάντων κρατεῖ ὁ ἄνθρωπος; πῶς εἴπω σοι περὶ τῶν πετομένων; ὅτι οὐκ ἀναβαίνει μὲν ὁ ἄνθρωπος εἰς τὸν ἀέρα, συμπαρίπταται δὲ τοῖς πτηνοῖς τῇ τοῦ λογισμοῦ δυνάμει. οὐδὲν γὰρ κατέχει τὸν λογισμόν. τὰ ἐν τῷ βυθῷ διερευνᾶται, τὰ ὑπὲρ γῆς θηρᾶται, τὰ ἐν τῷ ἀέρι προκαταλαμβάνεται 20. εἶδές ποτε ἐπ' ἄκρου κλάδου καθεζόμενον ὄρνεον καταγελῶν τῶν ἀνθρώπων; πέποιθε γὰρ τῇ κουφότητι τοῦ πτεροῦ. ἀλλ' ὅμως ἔστιν ἰδεῖν παῖδα ἀδολέσχην καλάμους καλάμοις ὑποβαλόντα καὶ κατὰ τὸ ἄκρον τῶν καλάμων ἰξὸν προσαρτήσαντα, εἶτα λανθανόντως διὰ τῶν κλάδων καὶ τῶν φύλλων κλέψαντα τοῦ ἰξοῦ τὴν παρουσίαν. καὶ † ἀπομετεωριζόμενον τὸ ὄμμα τοῦ ὀρνέου † μικρᾷ προσψαύσει ἐκράτησε τὸ ἀεροποροῦν, τὸ διὰ τοῦ αἰθέρος φερόμενον πτηνὸν δέσμιον ἰξῷ ἤγαγε. κάτω κεῖται ἄνθρωπος καὶ ἡ χεὶρ κάτω, ἀλλ' ἡ διάνοια ἀναβαίνει καὶ διὰ τῆς τέχνης ἐφικτὰ γίνεται τῷ ἀνθρώπῳ πάντα. δίκτυα ἵσταται πτερω τοῖς, τοξόται τῶν πετομένων καταστοχάζονται, δελεάσματι θηρᾶται τὰ λαιμαργότερα. οὐκ εἶδές ποτε καὶ ἀετὸν λάβρως ἐμπεσόντα θηράματι, εἶτα περιπαρέντα ταῖς κάτω πάγαις; οὕτω τὸ ὑψηλὸν κάτω γίνεται τοῖς ἀνθρωπίνοις δελεάσμασιν ἑλκυσθέν. πάντα ὑπὸ τὴν χεῖρα ἤγαγε