1

 2

 3

 4

 5

 6

 7

 8

6

προστάγματι δεσποτικῷ καὶ τὸ τότε λαληθὲν διὰ πάσης τῆς κτίσεως μέχρι τέλους χωρεῖ. Αὐξάνεσθε καὶ πληθύνεσθε. Αὐξάνεσθε † ἵνα μὴ ἐν ἑνὶ περιορισθῇ ἡ κτίσις· Πληθύνεσθε, ἵνα μὴ εἰς ἕνα ἀλλὰ καὶ εἰς πολλούς· † Καὶ πληρώσατε τὴν γῆν. πληρώσατε δὲ οὐ τῇ κατοικήσει· οὕτω γὰρ ἂν ἐστενοχωρήθημεν ζῶντες, εἰ τοσαύτη ἦν ἡ γῆ, ὅση ἡμᾶς ἐκμετρεῖ· ἀλλὰ πληρώσατε τῇ ἐξουσίᾳ. ἡμῖν τὸ κατακυρίευμα τῆς γῆς ἔδωκε. Πληρώσατε τὴν γῆν. οὐ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεψυγμένην καὶ ἄβατον, οὐ δήπου καὶ ταύτην 26 ἄνθρωποι κατ' ἀνάγκην πληροῦσιν, ἀλλὰ κυρίως ἡμᾶς ἐποίη σε πληροῦν καὶ πληροῦμεν κατ' ἐκείνην τῷ λογισμῷ. ὅταν ἴδωμεν πόσον μέτρον τῆς διακεκαυμένης γῆς καὶ ἀοικήτου, ὅταν ἴδωμεν πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλου σαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, οὐχὶ ἐπληρώσαμεν τὴν γῆν; οὐ τὸ χρήσιμον ἐκλεξάμενοι τὸ ὅσον ἄχρηστον εἰς διαγωγὴν ἀνθρώποις ἀπεπεμψάμεθα; ὥστε τὸ Πληρώσατε τὴν γῆν κυρίους ἡμᾶς ἐποίησεν. οὐκ ἐπειδὴ πάσης οὐκ ἔχομεν τὴν χρῆσιν, οὐκ ἔχομεν πάσης τὸ κυριεύειν. οὐδὲ γὰρ σὺ τὸν σῖτον ἀγοράσας οὐκ εἶ τοῦ παντὸς κύριος, ἐπειδὴ ἐν τῷ σίτῳ τὸ μὲν ἐδώδιμον τὸ δὲ ἀπορριπτόμενον ἔχεις ἢ τοὺς λίθους μὲν ὡς ἀχρήστους ἀπορρίπτεις καὶ εἴ τι ἄλλο ἐπιμέμικται πρὸς βρῶσιν ἀνεπιτήδειον καὶ τὸ ἄχυρον ἀποφυσήσας καὶ τὸ ζιζάνιον ἀποκρίνας τὸ ὅσον καθαρὸν 27 πρὸς τὴν τοῦ βίου σύστασιν τοῦτο ἐκλεξάμενος; οὕτω τοίνυν ἡ γῆ ἡ μὲν ἐχαρίσθη πρὸς οἴκησιν ἐπιτηδεία ἡ βελτίων, ἡ δὲ πρὸς γεωργίαν ἀναγκαία, ἄλλη πρὸς βόσκημα τῶν τετραπό δων ἀνείθη. εἰπέ μοι· ἔστι διατάξασθαι ὃ βούλομαι, ἐπειδὴ γέγονα κύριος κατὰ τὴν τοῦ δεσπότου τοῦ κτίσαντός με δωρεάν; Καὶ πληρώσατε. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων τῆς γῆς. αὕτη λοιπὸν εὐλογία, αὕτη νομοθεσία, τοῦτο ἀξίωμα τὸ δεδομένον ἡμῖν παρὰ θεοῦ. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. ἆρα οὐκ ἐπεσημήνω ὅτι ἐλλιπὴς ἦν ἡ ἀπόδειξις; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ἡ βουλὴ δύο εἶχε· Κατ' εἰκόνα καὶ Καθ' ὁμοίωσιν. ἡ δημιουργία ἓν ἔχει. μὴ ἄλλως ἠβουλήθη καὶ ἄλλως μετεβουλεύσατο; μὴ μεταμέλειά τις τῇ κτίσει παρηκολούθησε; μὴ ἀτονία τοῦ κτίσαντος ἄλλα προελομένου καὶ ἄλλα ποιήσαντος; ἢ ἀδολεσχία ἐν τοῖς λόγοις; τάχα γὰρ 28 τὸ αὐτὸ λέγει Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν· εἰπὼν γὰρ Κατ' εἰκόνα οὐκ εἶπε Καθ' ὁμοίωσιν; ὅπερ ἂν ἐκλεξώμεθα, κατηγορήσομεν τοῦ γεγραμμένου. εἴτε γὰρ τὸ αὐτὸ λέγει· παρέλκον ἐστὶ δὶς τὸ αὐτὸ λέγειν. ἀργὸν ῥῆμα ἐν τῇ γραφῇ λέγειν βλασφημία δεινή. ἀλλὰ μὴν οὐκ ἀργολογεῖ. οὐκοῦν ἀναγκαῖόν ἐστι γενέσθαι ἄνθρω πον Κατ' εἰκόνα καὶ Καθ' ὁμοίωσιν.

∆ιὰ τί οὐκ εἴρηται· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν; ἠτόνησεν ὁ ποιῶν; ἀσεβὴς ὁ λόγος. μετεμελήθη ὁ προστάσσων; ἀσεβέστερον τὸ ἐνθύμημα. ἀλλ' εἶπε καὶ μετεβουλεύσατο; οὔ. οὔτε οὖν ἡ γραφὴ τὸ αὐτὸ λέγει, οὔτε ὁ δημιουργὸς ἀτονεῖ, οὔτε ἡ βουλὴ ἐματαιώθη. τίς ὁ λόγος τῆς σιωπῆς; Ποιήσωμεν 29 ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. τὸ μὲν τῇ κτίσει ἔχομεν, τὸ δὲ ἐκ προαιρέσεως κατορθοῦμεν. ἐν τῇ πρώτῃ κατασκευῇ συνυπάρχει ἡμῖν τὸ Κατ' εἰκόνα γεγενῆσθαι θεοῦ, ἐκ προαιρέσεως ἡμῖν κατορθοῦται τὸ Καθ' ὁμοίωσιν εἶναι θεοῦ. τοῦτο δὲ τὸ κατὰ προαίρεσιν δυνάμει ἡμῖν ἐνυπάρχει, ἐνεργείᾳ δὲ ἑαυτοῖς ἐπάγομεν. εἰ μὴ προλα βὼν εἶπεν ὁ κύριος ποιῶν ἡμᾶς Ποιήσωμεν καὶ καθ' ὁμοίω 30 σιν, εἰ μὴ τὴν τοῦ γενέσθαι καθ' ὁμοίωσιν δύναμιν ἡμῖν ἐχαρίσατο, οὐκ ἂν τῇ ἑαυτῶν ἐξουσίᾳ τὴν πρὸς θεὸν ὁμοίωσιν ἐδεξάμεθα. νῦν μέντοι δυνάμει ἡμᾶς ἐποίησεν ὁμοιωτικοὺς θεῷ. δύναμιν δὲ δοὺς πρὸς τὸ ὁμοιοῦσθαι θεῷ ἀφῆκεν ἡμᾶς ἐργάτας εἶναι τῆς πρὸς θεὸν ὁμοιώσεως, ἵνα ἰσάγγελος ᾖ τῆς ἐργασίας μισθός, ἵνα μὴ ὥσπερ εἰκόνες ὦμεν παρὰ ζωγράφου γενόμεναι εἰκῆ κείμεναι, ἵνα μὴ τὰ τῆς 31 ἡμετέρας ὁμοιώσεως ἄλλῳ ἔπαινον φέρῃ. ὅταν γὰρ τὴν