1

 2

 3

 4

 5

 6

 7

 8

8

ὑπάρχῃ τὸ ἄρχειν. Καὶ ἀρχέτωσαν τῶν ἰχθύων. ἐδόθη σοι τὸ ἄρχειν τῶν ἰχθύων τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους ἐγένου ἄρχων.

Καὶ ἀρχέτωσαν τῶν θηρίων. παντὸς θηρίου ἄρχεις. τί οὖν, ἐρεῖς, ἐγὼ θηρία ἔχω ἐν ἐμαυτῷ; καὶ μυρία καὶ πολὺν 37 ὄχλον ἐν σεαυτῷ θηρίων ἔχεις. καὶ μὴ ὕβριν εἶναι νομίσῃς τὸ λεγόμενον. μικρὸν θηρίον ἐστὶν ὁ θυμός, ὅταν ἐνυλακτῇ τῇ καρδίᾳ; κυνὸς παντὸς οὐκ ἔστιν ἀγριώτερος; τῇ δὲ δολερᾷ ψυχῇ ὁ δόλος ἐμφωλεύων ἄρκου πάσης φωλάδος οὐκ ἔστι δυσημερώτερος; οὐκ ἔστι θηρίον ἡ ὑπόκρισις; ὁ δὲ ὀξὺς εἰς ὕβριν σκορπίος οὐκ ἔστιν; ὁ δὲ λάθρα εἰς ἄμυναν ὁρμῶν ἐχίδνης οὐκ ἔστι χαλεπώτερος; ὁ δὲ πλεονέκτης οὐκ ἔστι λύκος ἅρπαξ; ποῖον θηρίον ἐν ἡμῖν οὐκ ἔστιν; ὁ θηλυμανὴς οὐκ ἔστιν ἵππος ἐπιμαινόμενος; Ἵπποι, γάρ φησι, θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. οὐκ εἶπεν ἐλάλει τῇ γυναικὶ ἀλλ'· Ἐχρεμέτιζεν. μετέθηκεν αὐτὸν ἐπὶ τὴν τῶν ἀλόγων φύσιν διὰ τοῦ πάθους ᾧ προσῳκειώθη. πολλὰ οὖν θηρία ἐν ἡμῖν. ἐγένου τοίνυν ἄρχων θηρίων, εἰ τῶν ἔξω ἄρχεις, τὰ δὲ ἔνδον ἀβασίλευτα καταλείψεις; οἷος ἔσῃ τῷ λογισμῷ τοῦ λέοντος μὲν κρατῶν 38 καὶ καταφρονῶν αὐτοῦ τοῦ βρυχήματος, πρίων δὲ τοὺς ὀδόντας καὶ τὴν φωνὴν ἄναρθρον ἀφιείς, τοῦ θυμοῦ ἔνδον † ὅλου ὁμοῦ προπεσεῖν φιλονεικοῦντος οὐδὲ καταμένειν ἔνδον συγχωροῦντος; τί τούτου χαλεπώτερον, ὅταν ἄνθρωπος ὑπὸ τοῦ πάθους κρατηθῇ, ὅταν ὁ θυμὸς τὸν λογισμὸν παρωσάμενος αὐτὸς τὴν δυναστείαν τῆς ψυχῆς παραλάβῃ; ἄρχων τοίνυν ἐκτίσθης, ἄρχων παθῶν, ἄρχων θηρίων, ἄρχων ἑρπετῶν, ἄρχων πτηνῶν. μήτε λογισμοὺς ἔχε μετεωροπόρους μήτε κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ. πτηνῶν ἄρχειν ἐκρίθης. ἄτοπος εἶ τὰ μὲν πετόμενα ἰξῷ καταβάλλων, αὐτὸς δὲ κοῦφος ὢν καὶ μετέωρος. μὴ τυφωθῇς, μὴ ὑπεραρθῇς, μὴ μείζω φρονήσῃς τῆς ἀνθρωπίνης φύσεως, μὴ ὑπερφυσῶ ἐπαινούμενος, μὴ δόξαζε σεαυτὸν μηδὲ μέγα τι εἶναι νόμιζε σεαυτόν. ἔσῃ γὰρ οὕτως πτηνὸν ἄστατον ἀστηρίκτῳ τῇ φύσει 39 ὧδε καὶ ὧδε περιφερόμενος. ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ ἄρχων τῶν ὄντων πάντων. οὕτως ἡ διὰ τῶν ζῴων δεδομένη ἀρχὴ ῥυθμίζει ἡμᾶς πρὸς τὸ ἡμῶν αὐτῶν ἄρχειν. ἄτοπον γάρ ἐστι βασιλευόμενον οἴκοι ἐθνῶν βασιλεύειν, ὑπὸ ἑταίρας κρατούμενον ἔσω δημοσίᾳ πόλεως εἶναι προστάτην. τὰ οἴκοι χρὴ καλῶς διατιθέμενον καὶ τῶν ἔνδον εὐταξίαν κατακοσμήσαντα οὕτω τῶν ἄλλων λαμβάνειν τὴν ἐπιστασίαν, ἐπεὶ περιστραφήσεται παρὰ τῶν ἀρχομένων ὁ λόγος, ἐὰν ἄκοσμα τὰ οἴκοι καὶ ἀδιάτακτα ἔχῃ, ὅτι Ἰατρέ, θεράπευσον σεαυτόν. ἑαυτοὺς πρῶτον θεραπεύσωμεν. οὐδεὶς μὴ θηράσας λέοντα κατεγνώσθη· μὴ κρατήσας δὲ θυμοῦ καταγέλαστος πάντῃ. ὥστε ὁ μὲν τοῦ ἰδίου πάθους μὴ περιγενόμενος εἰς κατάγνωσιν ἄγεται, ὁ δὲ μὴ δυνηθεὶς ἀγρίων θηρίων περιγενέσθαι οὔπω μέμψεως ἄξιόν τι πεποιηκὼς φανήσεται. Ὁ δὲ ταῦτα οἰκονομήσας γραφῆναι κύριος ὁ καὶ τὴν μικρὰν ἡμῶν καὶ ἀσθενῆ γλῶσσαν συγχωρήσας μέχρι 40 τοσούτου ὑμῖν ὁμιλῆσαι, ὁ διὰ τῆς ἀσθενοῦς ἡμῶν διανοίας μεγάλους ὑμῖν θησαυροὺς ἐν τοῖς ὀλίγοις ἀποσκιάσμασι τῆς ἀληθείας παραδηλώσας δῴη ὑμῖν διὰ τῶν μικρῶν τὰ μεγάλα, διὰ τῶν ὀλίγων σπερμάτων τὸ τέλειον τῆς γνώσεως καὶ ἡμῖν τῆς προαιρέσεως τὸν μισθὸν ἐντελῆ καὶ ὑμῖν τῆς ἀπολαύσεως τῶν θείων λογίων καρπὸν πεπληρωμένον, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.